✥ Τῇ ΚϚ’ (26ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΠΟΡΦΥΡΙΟΥ Ἐπισκόπου Γάζης.
Ὤ! τίς παρέλθοι, τίς δὲ καὶ παραδράμοι,
τὸν Πορφύριον κἂν παρῆλθεν ἐκ βίου;
Πορφυρίοιο νέκυν κρύψε χθὼν εἰκάδι ἕκτῃ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας ἐνδόξου Μεγαλομάρτυρος ΦΩΤΕΙΝΗΣ τῆς Σαμαρείτιδος, εἰς τὴν ὁποίαν ὡμίλησεν ὁ Χριστὸς ἐν τῷ φρέατι, καὶ τῶν σὺν αὐτῇ (ἤτοι τῶν πέντε αὐτῆς ἀδελφῶν καὶ τῶν δύο αὐτῆς υἱῶν, καὶ Σεβαστιανοῦ τοῦ Δουκός).
Ρίπτουσι τὴν σὴν Σαμαρεῖτιν εἰς φρέαρ,
Τὴν εἰς φρέαρ σοι συλλαλήσασαν, Λόγε.
✥ Ἡ Ἁγία ΑΝΑΤΟΛΗ, ἡ δευτέρα ἀδελφὴ τῆς Ἁγίας Φωτεινῆς ξίφει τελειοῦται.
Ἀνατολὴν εὕρηκε τὴν νοουμένην,
Ἀνατολὴ τμηθεῖσα γενναιοφρόνως.
✥ Ἡ Ἁγία ΦΩΤΩ, ἡ τρίτη ἀδελφὴ τῆς Ἁγίας Φωτεινῆς, ξίφει τελειοῦται.
Φερνὴν ταλάντων μυρίων ἀνταξίαν
Φωτὼ φέρει σοι τὴν κάραν, φώτων Πάτερ.
✥ Ἡ Ἁγία ΦΩΤΙΣ, ἡ τετάρτη ἀδελφὴ τῆς Ἁγίας Φωτεινῆς, εἰς δύο προσδεθεῖσα δένδρα καὶ διαμερισθεῖσα, τελειοῦται.
Δώσεις ἔπαθλον δενδροάθλῳ Φωτίδι,
Δενδρῶνα σεπτὸν τῆς Ἐδέμ, Θεοῦ Λόγε.
✥ Ἡ Ἁγία ΠΑΡΑΣΚΕΥΗ, ἡ πέμπτη ἀδελφὴ τῆς Ἁγίας Φωτεινῆς, ξίφει τελειοῦται.
Ἡ Παρασκευὴ πρὸς ξίφος τὸν αὐχένα,
Ἕτοιμον εἶχε καὶ παρεσκευασμένον.
✥ Ἡ Ἁγία ΚΥΡΙΑΚΗ, ἡ ἕκτη ἀδελφὴ τῆς Ἁγίας Φωτεινῆς, ξίφει τελειοῦται.
Ἐκ Κυριακῆς οὐδὲ τοῦ ξίφους φόβος,
Τοῦ Κυρίου τὸν θεῖον ἐκβάλλει φόβον.
✥ Ὁ Ἅγιος Μάρτυς ΦΩΤΕΙΝΟΣ, ὁ πρῶτος υἱὸς τῆς Ἁγίας Φωτεινῆς, ξίφει τελειοῦται.
Τίς οὗτος ἀτμὸς ἐκ ζεόντων αἱμάτων;
Φωτεινὸς ἄρτι Μάρτυς ἐτμήθη κάραν.
✥ Ὁ Ἅγιος Μάρτυς ΙΩΣΗΣ, ὁ δεύτερος υἱὸς τῆς Ἁγίας Φωτεινῆς, ξίφει τελειοῦται.
Τομεὺς τραχήλων ἐξεγύμνου τὸ ξίφος,
Ἰωσῆ δὲ τράχηλος οὐ φρίττει ξίφος.
✥ Ὁ Ἅγιος ΣΕΒΑΣΤΙΑΝΟΣ ὁ δοὺξ ξίφει τελειοῦται.
Σεβαστιανῷ τοῦτον εἴπω τὸν λόγον,
Σεβάζομαί σε τὴν κάραν τετμημένον.
✥ Ὁ Ἅγιος Μάρτυς ΒΙΚΤΩΡ ξίφει τελειοῦται.
Βίκτωρ ἐπ’ ὤμοις τὴν κεφαλὴν οὐκ ἔχων,
Κεῖται πρὸ τῆς γῆς ἐκταθεὶς μέγας μέγα.
✥ Ὁ Ἅγιος Μάρτυς ΧΡΙΣΤΟΔΟΥΛΟΣ ξίφει τελειοῦται.
Κλῆσις διδάσκει τὶς σύ, καὶ δοῦλος τίνος,
Σπάθῃ δέ, Χριστόδουλε, ποῖόν σοι τέλος;
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νεομάρτυς ΙΩΑΝΝΗΣ ὁ κάλφας, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὸ ἔτος ͵αφοε’ (1575), ξίφει τελειοῦται.
Πληγὰς ἀριθμεῖν μή, Ἰωάννη, θέλε,
Σκηνὰς δὲ μᾶλλον, ἃς ἔχει ἔνδον Πόλος.