Ἰουνίου Ε’ (5η)

Τῇ Ε’ (5ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΔΩΡΟΘΕΟΥ Ἐπισκόπου Τύρου.

Ὁ Δωρόθεος, κἂν φραγγελῶμαι, λέγει,
Λείπουσι πολλὰ πρὸς τὰ Χριστοῦ μου πάθη.
Ἕκτῃ Δωροθέοιο δέ μας πληγῆσι δαμάσθη.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Δέκα Μαρτύρων τῶν ἐν Αἰγύπτῳ ΜΑΡΚΙΑΝΟΥ, ΝΙΚΑΝΔΡΟΥ, ΑΠΟΛΛΩΝΟΣ, ΥΠΕΡΕΧΙΟΥ, ΛΕΩΝΙΔΟΥ, ΑΡΕΙΟΥ, ΓΟΡΓΙΟΥ, ΣΕΛΗΝΙΑΔΟΣ, ΕΙΡΗΝΗΣ καὶ ΠΑΜΒΩΝΟΣ.

Πεινῶσι καὶ διψῶσιν ἀθληταῖς δέκα,
Τρυφὰς Θεὸς δίδωσι μὴ πληρουμένας.

ΟΙ ΑΓΙΟΙ Δέκα Μάρτυρες ἐπειδὴ ἐφύλαττον τὴν εἰς Χριστὸν πίστιν καὶ ὡμολόγουν τὸν Χριστὸν Θεὸν ἀληθινόν, τόσον σκληρῶς ἐδιώχθησαν καὶ ἐταλαιπωρήθησαν διὰ πείνης, δίψης καὶ ψύχους, κατὰ προσταγὴν τοῦ ἄρχοντος τῆς Αἰγύπτου, ὥστε παρέδωσαν τὰς ψυχάς των εἰς χεῖρας Θεοῦ καὶ ἔλαβον τοὺς στεφάνους τῆς ἀθλήσεως.

 

Ὁ Ἅγιος Μάρτυς ΧΡΙΣΤΟΦΟΡΟΣ, ὁ ὁπὸ Ρώμης, ξίφει τελειοῦται.

Μὴ δωρεάν Σοι τέμνομαι Χριστοφόρος,
Δόσεις ὁ Χριστός, οἶδα, πολλάς μοι στέφει.

 

Ὁ Ἅγιος Μάρτυς ΚΟΝΩΝ, ὁ ἀπὸ Ρώμης, ἐν θαλάσσῃ βληθεὶς τελειοῦται.

Εἰσδὺς Κόνων θάλασσαν εὗρε λιμένα,
Ἄριστα χερσὶν οἰακισθεὶς Κυρίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερᾶς ἀπειλῆς καὶ ἀνάγκης, ἐν τῇ τῶν βαρβάρων ἐπιδρομῇ, ὅτε μέλλοντας πάντας ἡμᾶς ὑπ’ αὐτῶν δικαίως αἰχμαλωτίζεσθαι καὶ φόνῳ μαχαίρας παραδίδοσθαι, ὁ οἰκτίρμων καὶ φιλάνθρωπος Θεός, διὰ σπλάγχνα ἐλέους αὐτοῦ, παρ’ ἐλπίδα πάντας ἡμᾶς ἐλυτρώσατο.

Προνομῆς, Σωτήρ, καὶ βιαίου θανάτου
Ἔσωσας ἡμᾶς· ὑμνοῦμέν σου τὸ κράτος.

 

Τῇ αὐτῇ ἡμέρᾳ τοῦ ἁγίου Νεομάρτυρος ΜΑΡΚΟΥ τοῦ ἀπὸ Σμύρνης καταγομένου καὶ ἐν Χίῳ ἀθλήσαντος ἐν ἔτει ͵αωα’ (1801) ἀπὸ Χριστοῦ.

Μᾶρκον ἔχεις καύχημα Χίος μέγα, ἡδύ τε σεπτόν,
Λαμπρὸν τεύξαντα, αἵματι μαρτυρίου.
Οὕνεκα Κύριον αἴνει ὄλβια ὃς τά σοι δῶκε.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου καὶ εὐσεβεστάτου Δουκὸς ΘΕΟΔΩΡΟΥ Γιαροσλαβίδου τοῦ Ρώσου.

    

ΕΠΙΣΤΡΟΦΗ