Ἰουλίου ΚΔ’ (24η)

Τῇ ΚΔ’ (24ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος ΧΡΙΣΤΙΝΗΣ.

Κτείνουσι πέλται, Χριστέ, τὴν σὴν Χριστῖναν,
Τὴν Χριστιανῶν πίστιν οὐκ ἀρνουμένην.
Εἰκάδι βλῆτο τετάρτῃ Χριστῖνα ὀξέσι πέλταις.

Ὁ Ἑλληνικὸς Βίος αὐτῆς σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, οὗ ἡ ἀρχή· «Τὴν Χριστώνυμον καὶ μεγάλην Χριστῖναν». Οὗτος μεταφρασθεὶς εἰς τὴν ἁπλῆν συμπεριελήφθη ὑπὸ τοῦ Ἀγαπίου εἰς τὴν «Καλοκαιρινήν», ἐξ ἧς καὶ μεταφέρεται ἐνταῦθα διεσκευασμένος κατὰ τὸ λεκτικόν. Τὴν Ἀκολουθίαν τῆς Ἁγίας Χριστίνης συνεπλήρωσε μετὰ δευτέρου Κανόνος ὁ πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ἅγιος Μάρτυς ΚΑΠΙΤΩΝ ξίφει τελειοῦται.

Ψυχῆς μὲν ὄμμα παντεπόπτη Δεσπότη
Τείνει Καπίτων, τὸν τράχηλον δὲ ξίφει.

 

Ὁ Ἅγιος Μάρτυς ΥΜΕΝΑΙΟΣ ξίφει τελειοῦται.

Ἔχαιρεν Ὑμέναιος ἥκων πρὸς ξίφος,
Ὥσπερ πρὸς ὑμέναιον ἥκων νυμφίος.

 

Ὁ Ἅγιος Μάρτυς ΕΡΜΟΓΕΝΗΣ, τοὺς ὁδόντας ὅλους ἐκριζωθείς, τελειοῦται.

Ἀνηλεῶς ὀδόντας ἐκκρουσθεὶς ὅλους,
Βρυγμοὺς ὀδόντων, Ἑρμόγενες, ἐκφεύγεις.

 

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νεομάρτυς ΘΕΟΦΙΛΟΣ ὁ Ζακύνθιος, ὁ κατὰ τὴν Χίον μαρτυρήσας ἐν ἔτει ͵αχλε’ (1635), πυρὶ τελειοῦται.

Φιλῶν τὸν Θεὸν Θεόφιλος προθύμως,
Πρὸς πῦρ δι’ αὐτὸν κινεῖται θαρσαλέως.
Εἰκάδη πυρὶ θάνε Θεόφιλος ἠδὲ τετάρτῃ.

Τούτου τὸ Μαρτύριον συνέγραψεν ὁ σοφώτατος καὶ θεολογικώτατος Γεώργιος Κορέσιος ὁ Χῖος, ὅστις καὶ Ἀκολουθίαν τούτου συνέθεσεν, ἥτις ψάλλεται κατ’ ἔτος εἰς τὸν ἐν Χίῳ Ναὸν τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου, ὅπου καὶ ἡ ἑορτὴ αὐτοῦ γίνεται, καὶ μέρος ἀπὸ τὸ λείψανόν του εὑρίσκεται. Ἐτυπώθη δὲ τὸ τοῦ θείου Θεοφίλου Μαρτύριον ἀρχικῶς εἰς τὸ Νέον Μαρτυρολόγιον, ἀλλ’ ἐπειδὴ μετὰ ταῦτα εὑρέθησαν καὶ ἄλλαι εἰδήσεις περὶ αὐτοῦ εἰς τὸ πρὸς τὸν Μάρτυρα Ἑλληνιστὶ συντεθειμένον ἐγκώμιον τοῦ σοφωτάτου Κορεσίου, διὰ τοῦτο ἐτυπώθη καὶ πάλιν τὸ δεύτερον πληρέστερον, μετὰ τῆς Ἀκολουθίας αὐτοῦ ποιηθείσης ὑπὸ Νικηφόρου Ἱερομονάχου τοῦ Χίου, εἰς τὸ Νέον Λειμωνάριον σελ. 276. Ἐνταῦθα καταχωρίζεται τοῦτο διεσκευασμένον φραστικῶς.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Νεομάρτυρος ΑΘΑΝΑΣΙΟΥ τοῦ ἀπὸ Κίου, ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος ξίφει. κατὰ τὸ ἔτος ͵αχο’ (1670).

Ἀθανάσιε, δός τι καὶ λήψῃ, μάκαρ,
Δὸς τὴν κεφαλὴν κἀθανασίαν λάβε.

Τὸ Μαρτύριον τούτου συνέγραψεν ἑλληνιστὶ ὁ Λογοθέτης Ἰωάννης ὁ Καρυοφύλλης, μετέφρασε δὲ εἰς τὸ ἁπλοῦν Ἰωνᾶς ὁ Καυσοκαλυβίτης. Ἐνταῦθα καταχωρίζεται διεσκευασμένον φραστικῶς.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Μνήμη τῶν Ἁγίων Μαρτύρων ΜΠΟΡΙΣΟΥ καὶ ΓΛΙΕΒΟΥ τῶν ἐν τῷ ἁγίῳ Βαπτίσματι μετονομασθέντων ΡΩΜΑΝΟΥ καὶ ΔΑΒΙΔ τῶν Ρώσων.

      

ΕΠΙΣΤΡΟΦΗ