Ψάλλομεν τὴν Κατανυκτικὴν Ἀκολουθίαν τοῦ Μεγάλου Κανόνος.
Συναξάριον τοῦ Μηναίου, εἶτα τὸ παρόν·
✥ Τῇ αὐτῇ ἡμέρᾳ Πέμπτῃ τῆς πέμπτης ἑβδομάδος τῶν νηστειῶν, κατὰ τὴν ἀρχαίαν παράδοσιν ψάλλομεν τὴν Ἀκολουθίαν τοῦ ΜΕΓΑΛΟΥ καὶ κατανυκτικοῦ ΚΑΝΟΝΟΣ.
Τρόπους, Ἰησοῦ, κατανύξεως δίδου
ᾍδουσι νυνὶ Κανόνα σοι τὸν Μέγαν.
Ἡ ἐν κοινῇ Συνάξει κατὰ τὴν σήμερον ἀνάγνωσις καὶ ψαλμῳδία τοῦ θαυμασίου καὶ κατανυκτικωτάτου τούτου ποιήματος τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου Ἀρχιεπισκόπου Κρήτης εἰσήχθη ἐν τῇ Ἐκκλησίᾳ ἀπ’ αὐτῶν ἔτι τῶν πρώτων χρόνων τῆς συνθέσεως αὐτοῦ καὶ δὴ ζῶντος ἔτι τοῦ ποιητοῦ του Ἁγίου Ἀνδρέου, θεωρηθεὶς ὡς ἡ ἀποκορύφωσις τῆς ἐκδηλώσεως τοῦ πνεύματος τῆς μετανοίας, ἐξ οὗ περ δέον ὅπως ἐμπνέωνται οἱ πιστοὶ κατὰ τὸ προκεχωρημένον τοῦ τὸ στάδιον τῆς νηστείας, λίαν δὲ προτρεπτικὸς εἰς εἰλικρινῆ ἐξομολόγησιν καὶ διόρθωσιν τῶν ἡμαρτηκότων. Μάλιστα διὰ τοῦ ποιήματος τούτου παρίσταται ἡ ἀνθρωπότης ὁλόκληρος οἰονεὶ μετανοοῦσα, ἐξομολογουμένη καὶ θρηνολογοῦσα τὴν ἠθικὴν αὐτῆς κατάπτωσιν.
Πλὴν τῆς σήμερον ὁ Μέγας Κανὼν καθιερώθη, ἵνα ψάλληται ἐν τῇ Ἐκκλησίᾳ καὶ κατὰ τὰς τέσσαρας πρώτας ἡμέρας τῆς Μεγάλης Τεσσαρακοστῆς ἤτοι ἀπὸ τῆς καθαρᾶς Δευτέρας ἕως τῆς καθαρᾶς Πέμπτης. Πρὸς τοῦτο διῃρέθη εἰς τέσσαρας στάσεις, ψάλλεται δὲ εἰς ἑκάστην τῶν ὡς ἄνω ἡμερῶν καὶ ἀνὰ μία στάσις ἐν τῷ ἀποδείπνῳ.