✥ Τῇ Λ’ (30ῇ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΓΡΗΓΟΡΙΟΥ, Ἐπισκόπου τῆς Μεγάλης Ἀρμενίας.
Εἰδὼς τό, γρηγορεῖτε, τοῦ Θεοῦ Λόγου,
Θεοῦ καλοῦντος γρηγορῶν ὤφθης, Πάτερ.
Ἀρμενίης Μεγάλης θάνε Γρηγόριος τριακοστῇ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΡΙΨΙΜΙΑΣ, ΓΑΪΑΝΗΣ καὶ τῶν σὺν αὐταῖς ΠΑΡΘΕΝΟΜΑΡΤΥΡΩΝ, τὸν ἀριθμὸν τριάκοντα δύο.
Εἰς τὴν Ριψιμίαν·
Ἤλγει σπαθισμοῖς οὐδαμῶς Ριψιμία,
Ἄπειρα τούτοις ἀνταριθμοῦσα στέφη.
Εἰς τὴν Γαϊανήν·
Γαϊανὴν ἔστεψεν ἄσκησις πάλαι,
Καὶ νῦν ἄθλησις ἡ διὰ ξίφους στέφει.
Εἰς τὰς Παρθενομάρτυρας·
Τιμᾷ τριὰς δεκάς σε τριπλῆ Μαρτύρων,
Σὺν ταῖς δυσὶ θνῄσκουσα σοῦ χάριν ξίφει.
✥ Μνήμη τῶν Ἁγίων ἑβδομήκοντα ΜΑΡΤΥΡΩΝ, τῶν συναναιρεθέντων μετὰ τῆς Ἁγίας Ριψιμίας.
Τέθνηκεν ἀνδρῶν ἑβδομηκοντὰς ξίφει,
Θνῄσκειν ἑτοίμων, εἰ δέοι, καὶ πολλάκις.
✥ Μνήμη τῶν δύο ΟΣΙΟΜΑΡΤΥΡΩΝ γυναικῶν.
Δυὰς γυναικῶν ἀρεταῖς τεθραμμένων,
Ἀθλητικῷ τμηθεῖσα κοσμεῖται τέλει.
✥ Ὁ Ἅγιος Μάρτυς ΣΤΡΑΤΟΝΙΚΟΣ ξίφει τελειοῦται.
Ὁ Στρατόνικος τῷ διὰ ξίφους τέλει,
Ἅπαν στράτευμα δαιμόνων νικᾷ μόνος.
✥ Ὁ Ἅγιος Μάρτυς ΜΑΡΔΟΝΙΟΣ, ἄνθρακας πυρὸς ἐπὶ τοῦ ὀμφαλοῦ δεξάμενος, τελειοῦται.
Γνώρισμα, Μαρδόνιε, τοῦ πάθους φέρεις,
Ἐπ’ ὀμφαλοῦ σφράγισμα καύσεως φέρων.
✥ Οἱ Ἅγιοι χίλιοι ΜΑΡΤΥΡΕΣ ξίφει τελειοῦνται.
Χιλιάριθμος αὐχενοτμήτων φάλαγξ,
Ἔπαλθον εὗρεν οὐκ ἀριθμητὰ στέφη.
✥ Τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΓΡΗΓΟΡΙΟΥ τοῦ ἐν τῷ ποταμῷ Πεσόμᾳ καὶ τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν ΜΙΧΑΗΛ πρώτου Μητροπολίτου Κιεβίας καὶ πάσης Ρωσίας τοῦ θαυματουργοῦ Ρώσων.