✥ Τῇ ΙϚ’ (16ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΑΘΗΝΟΓΕΝΟΥΣ, Ἐπισκόπου γενομένου Πηδαχθόης ἢ Πηδαχθήσης, καὶ τῶν ΔΕΚΑ ΜΑΘΗΤΩΝ αὐτοῦ.
Ἀθηνογένης ἐκ ξίφους ἀνηρέθη,
Ψευδῆ θέαιναν τὴν Ἀθηνᾶν οὐ σέβων.
Εἰς τοὺς δέκα μαθητὰς αὐτοῦ·
Χωρεῖ συνάθλων ἡ δεκὰς καὶ πρὸς ξίφος,
Τοὺς σώματα κτείνοντας οὐ φοβουμένη.
Ἕκτῃ καὶ δεκάτῃ Ἀθηνογένη τάμε χαλκός.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΦΑΥΣΤΟΥ.
Φαύστῳ ὑπῆρξε σταυρὸς ἡ σωτηρία,
Αὐτῷ προσηλωθέντι πίστεως χάριν.
ΦΑΥΣΤΟΣ ὁ Μάρτυς ἤκμασε κατὰ τοὺς χρόνους τοῦ βασιλέως Δεκίου ἐν ἔτει σν’ (250) καὶ συλληφθεὶς διὰ τὴν εἰς Χριστὸν πίστιν, ὡμολόγησε παρρησίᾳ τὸν Χριστόν. Ὅθεν ἐκαρφώθη ἐπὶ σταυροῦ καὶ ἐτοξεύθη· κρεμάμενος δὲ ἐπὶ τοῦ σταυροῦ πέντε ἡμέρας, παρέδωκε τὴν ἁγίαν του ψυχὴν εἰς χεῖρας Θεοῦ, παρὰ τοῦ ὁποίου ἔλαβε τὸν στέφανον τῆς ἀθλήσεως.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΑΝΤΙΟΧΟΥ, ἀδελφοῦ τοῦ Ἁγίου Μάρτυρος Πλάτωνος.
Πρὸς τὸν τὸ πᾶν βλέποντα Δεσπότην βλέπων,
Ἀντέσχες, Ἀντίοχε, καὶ τομῆς ἄχρι.
✥ Οἱ Ἅγιοι ΜΑΡΤΥΡΕΣ οἱ ἐν Πισιδίᾳ ὄντες ΧΙΛΙΑΔΕΣ ΔΕΚΑΠΕΝΤΕ, ξίφει τελειοῦνται.
Θείων ἀθλητῶν ἀμφὶ πέντε καὶ δέκα
Χιλιάδες τέμνουσιν ἀμφὶ γῆν μίαν.
✥ Αἱ Ἅγιαι Μάρτυρες ΓΥΝΑΙΚΕΣ, πολλαὶ οὗσαι, ξίφει τελειοῦνται.
Πολλαὶ γυναῖκες, εἰ δέ τις ζητεῖ πόσαι,
Οὐκ οἶδα, Χριστὸς οἶδε, τέμνονται κάρας.
✥ Ὁ Ἅγιος Μάρτυς ΑΘΗΝΟΓΕΝΗΣ πυρὶ τελειοῦσαι.
Ἀθηνογένης πρὸς τὸ πῦρ τρέχων ἔφη,
Ὦ φῶς ἱλαρόν, Χριστέ, δόξης ἁγίας.