Τρίτη τῆς Διακαινησίμου

Συναξάριον τοῦ Μηναίου εἶτα τὸ παρόν·
   

✥ Τῇ αὐτῇ ἡμέρᾳ, Τρίτῃ τῆς Διακαινησίμου, ἑορτάζομεν τὴν πρὸς τὴν ἐν Ἄθῳ Μονὴν τῶν Ἰβήρων διὰ θαλάσσης παράδοξον ἔλευσιν τῆς θαυματουργοῦ ἁγίας Εἰκόνος τῆς ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ, τῆς Κυρίας ἡμῶν ΠΟΡΤΑΪΤΙΣΣΗΣ, γενομένην κατ’ αὐτὴν τὴν ἡμέραν, ἐν ἔτει 1004. 

Ξένως ἡμῖν ἧκες ἐν τῇ σῇ Εἰκόνι
Καὶ τῆς Ποίμνης σου πυλωρὸς ὤφθης, Κόρη.
Θεοτόκου Πορταϊτίσσης τέρατ’ ἀείδω λιγυρῶς.

Ἄχρι πρό τινος, καίτοι τὸ γεγονὸς τῆς περιβαλλούσης τὴν πάνσεπτον Εἰκόνα τῆς Παναγίας Πορταϊτίσσης θείας Χάριτος ἦτο τοῖς πᾶσι γνωστὸν καί πλεῖστοι ὅσοι ἦσαν οἱ πρὸς αὐτὴν μετὰ θερμῆς πίστεως προστρέχοντες καὶ ἐπικαλούμενοι τὴν θείαν αὐτῆς προστασίαν καὶ μάλιστα κατὰ τὴν ἐτησίως, κατὰ τὴν Τρίτην τῆς Διακαινησίμου, ἐπιτελουμένην σύναξιν πρὸς τιμὴν καὶ προσκύνησιν αὐτῆς, ἐν τούτοις οἱ Συναξαρισταὶ οὐδὲν περὶ τῆς ἑορτῆς ταύτης διελάμβανον, τὸ δὲ ἱστορικὸν αὐτῆς ἀπέκειτο ἐν χειρογράφοις ἀνέκδοτον ἐν τῇ Σεβασμίᾳ Μονῇ τῶν Ἰβήρων. Τοῦτο, ὁμοῦ μετὰ τῆς νεωστὶ τότε ποιηθείσης ὑπὸ τοῦ διακεκριμένου Ὑμνογράφου τῆς Μεγάλης Ἐκκλησίας Ὁσιολογιωτάτου Πατρὸς Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, τῇ αἰτήσει τῆς Ἱερᾶς Μονῆς Ἰβήρων, ᾀσματικῆς αὐτῆς Ἀκολουθίας καὶ τοῦ Παρακλητικοῦ Κανόνος αὐτῆς, ἐξεδόθη εἰς τύπον καὶ εἰς ἰδιαίτερον τεῦχος, τὸ πρῶτον ὑπὸ Φιλοθέου Μοναχοῦ Ἅγιορείτου ἐν ἔτει 1959 καὶ τὸ δεύτερον ὑπὸ Στεφάνου Κλήμεντος Μοναχοῦ ἐν ἔτει 1960.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων ΡΑΦΑΗΛ καὶ ΝΙΚΟΛΑΟΥ καὶ τῆς Ἁγίας Νεομάρτυρος ΕΙΡΗΝΗΣ.

Λόγῳ τῆς ἡμερομηνίας τοῦ μαρτυρίου τούτου τὴν 9ην Ἀπριλίου, ἥτις συχνῶς συμπίπτει μετὰ τῶν μεγάλων ἑορτῶν τῆς Μεγάλης Τεσσαρακοστῆς, ἐνίοτε δὲ καὶ τῆς Μεγάλης Ἑβδομάδος ἢ καὶ τοῦ Ἁγίου Πάσχα, καθιερώθη εἰς Λέσβον ἡ μνήμη τῶν Ἁγίων νὰ τελεῖται μετὰ λαμπρότητος σταθερῶς τὴν Τρίτην τῆς Διακαινησίμου.

Ὁ παρὼν βίος συνεπληρώθη εἰς τὴν παρούσαν ἔκδοσιν, κατόπιν τῆς ἀποδημίας εἰς Κύριον τοῦ μακαριστοῦ συγγραφέως καὶ ἐκδότου τοῦ «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας» Βίκτωρος Ματθαίου (†1973), συμφώνως πρὸς τὴν ἐπιθυμίαν του, ἣν δὲν προέλαβεν νὰ ἐκπληρώσῃ.

ΣΥΝΑΞΑΡΙΟΝ

      

ΕΠΙΣΤΡΟΦΗ