✥ Τῇ ΙΑ’ (11ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Ἀποστόλων ΒΑΡΘΟΛΟΜΑΙΟΥ καὶ ΒΑΡΝΑΒΑ.
Εἰς τὸν Βαρθολομαῖον·
Καὶ σὸς μαθητής, Χριστέ, Βαρθολομαῖος,
Μιμούμενός Σε, σταυρικὸν φέρει πάθος.
Εἰς τὸν Βαρνάβαν·
Ὑπὲρ λίθον σάπφειρον, ὡς Γραφὴ λέγει,
Τοὺς συντρίβοντας εἶχε Βαρνάβας λίθους.
Ἑνδεκάτῃ σταύρωσαν ἐρίφρονα Βαρθολομαῖον.
Εἰς τὸν Ἀπόστολον τοῦτον Βαρνάβαν λόγον ἔχει Ἀλέξανδρος ὁ Μοναχός, προτραπεὶς ὑπὸ τοῦ Πρεσβυτέρου καὶ κλειδούχου τοῦ σεβασμίου αὐτοῦ Ναοῦ, οὗ ἡ ἀρχή· «Μεγίστην λόγων ὑπόθεσιν παρέθετο τοῖς πτωχοτάτοις ἡμῖν» (σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν τῷ Κοινοβίῳ τοῦ Διονυσίου, ἐν τῷ τετάρτῳ πανηγυρικῷ τῆς Ἱερᾶς Μονῆς τοῦ Βατοπεδίου καὶ ἐν τῇ τῶν Ἰβήρων). Ἐπίσης ἐν τῇ Μεγίστῃ Λαύρᾳ σῴζονται αἱ περίοδοι καὶ τὸ μαρτύριον τοῦ Ἁγίου Ἀποστόλου Βαρνάβα, ὧν ἡ ἀρχή· «Ἐπειδή περ ἀπὸ τῆς καθόδου».
✥ Ἡ Σύναξις τῆς ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ἐν τῷ «ᾌδειν», ἤτοι ἡ ὑπὸ τοῦ Ἀρχαγγέλου ΓΑΒΡΙΗΛ παράδοσις τοῦ ὕμνου «Ἄξιόν Ἐστιν».
Ἦσας Γαβριὴλ πρὶν τὸ χαῖρε τῇ Κόρῃ,
ᾌδεις δὲ καὶ νῦν, ἄξιόν σε ὑμνέειν.
Τὸ θαῦμα τοῦτο ἐγένετο ἐπὶ τῆς βασιλείας Βασιλείου καὶ Κωνσταντίνου τῶν αὐταδέλφων, τῶν καὶ Πορφυρογεννήτων καλουμένων, υἱῶν Ρωμανοῦ τοῦ Νέου ἐν ἔτει σωτηρίῳ 980, Νικολάου δὲ τοῦ Χρυσοβέργου πατριαρχοῦντος. Ἔγραψε δὲ τὸ Συναξάριον τοῦτο ὁ πρῶτος τοῦ Ἁγίου Ὄρους Σεραφεὶμ ὀνομαζόμενος.
✥ Ὁ Ἅγιος Μάρτυς ΘΕΟΠΕΜΠΤΟΣ μετὰ καὶ ἄλλων τεσσάρων ξίφει τελειοῦται.
Ὁ Θεόπεμπτος τέσσαρας διὰ ξίφους
Εὑρὼν συνάθλους, πέμπτος αὐτὸς εὑρέθη.