✥ Τῇ ΛΑ’ (31ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων ἓξ Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα ΣΤΑΧΥΟΣ, ΑΠΕΛΛΟΥ, ΑΜΠΛΙΟΥ, ΟΥΡΒΑΝΟΥ, ΝΑΡΚΙΣΣΟΥ καὶ ΑΡΙΣΤΟΒΟΥΛΟΥ.
Εἰς τὸν Στάχυν·
Στάχυς δρεπάνῳ τῆς τελευτῆς ὡς στάχυς,
Ἐκ τοῦ παρόντος ἐκθερίζεται βίου.
Εἰς τὸν Ἀπελλήν, Ἀμπλίαν, Οὐρβανὸν καὶ Νάρκισσον.
Ἡ τετράχορδος τῶν Ἀποστόλων λύρα,
Σιγᾷ στερήσει πνευμάτων ὡς κολάβων.
Εἰς τὸν Ἀριστόβουλον·
Ψυχὰς Ἀριστόβουλος ἀγρεύσας λόγῳ
Χριστῷ πρόσεισι μισθὸν αἰτῶν τῆς ἄγρας,
Πρώτῃ ἐν τριακοστῇ Ἀπόστολοι ἓξ τέλος εὗρον.
Περὶ τῶν Ἁγίων τούτων Ἀποστόλων βλέπε καὶ εἰς τὴν δʹ (4ην) Ἰανουαρίου, ὅτεοὗτοι ἑορτάζονται μετὰ τῶν Ἑβδομήκοντα, ἐν τόμῳ Αʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας» (Στάχυς §55, Ἀπελλῆς §7, Ἀμπλίας §3, Οὐρβανὸς §46, Νάρκισσος §40, Ἀριστόβουλος §10). Ὁ Ἀριστόβουλος ἑορτάζεται καὶ ἰδιαιτέρως τὴν ιεʹ (15ην) Μαρτίου, ἐν τόμῳ Γʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς ΕΠΙΜΑΧΟΣ ὁ Αἰγύπτιος ξίφει τελειοῦται.
Οὐ δειλὸς Ἐπίμαχος ὤφθη πρὸς ξίφος,
Ἀπροσμάχητον σύμμαχον Θεὸν φέρων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη Ὁμολογητοῦ τινος ΑΝΩΝΥΜΟΥ ἐκ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας τοῦ μακαρίου Θεοδωρήτου.
Κἂν ἀγνοῶμέν σου τὶς ἡ κλῆσις, μάκαρ,
Πάντως σὺ ζώντων εἶ βίβλῳ γεγραμμένος.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν ΙΑΚΩΒΟΣ Ἐπίσκοπος Μυγδονίας, εἷς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων τῶν ἐν Νικαίᾳ, ἐν εἰρήνῃ τελειοῦται.
Ὁ Ἰάκωβος πτερνίσας σαρκὸς πάθη,
Φερώνυμος δέδεικται ἐκ τῶν πραγμάτων.
✥ Μνήμη τῶν Ἁγίων Μαρτύρων ΣΤΕΦΑΝΟΥ, ΒΑΡΝΑΒΑ, ΤΡΟΦΙΜΟΥ, ΔΟΡΥΜΕΔΟΝΤΟΣ, ΚΟΣΜΑ, ΔΑΜΙΑΝΟΥ, ΣΑΒΒΑ, ΒΑΣΗ, ΑΒΡΑΜΙΟΥ καὶ τῆς συνοδείας αὐτῶν.
Ἐννὰς Ἀθλητῶν, σὺν συνάθλων πληθύϊ,
Ἴσων μετέσχον καὶ στεφάνων ἐν πόλῳ.
✥ Ὁ Ἅγιος Μάρτυς ΠΑΙΣ, λίθῳ τὴν κεφαλὴν βληθείς, τελειοῦται.
Κοράλλιόν σοι λίθον ὡς δῶρον φέρει,
Παῖς τὴν κεφαλὴν ᾑματωμένην λίθῳ.
✥ Αἱ Ἅγιαι Δώδεκα ΚΟΡΑΙ, ἐν μέσῳ στοᾶς κρεμασθεῖσαι, τελειοῦνται.
Ὡροσκοπεῖον τὸ στοᾶς μέσον ξύλον,
Τὰς δώδεκα προέσχεν ὡς ὥρας Κόρας.
✥ Οἱ Ἅγιοι Μάρτυρες ΣΕΛΕΥΚΟΣ καὶ ΣΤΡΑΤΟΝΙΚΗ οἱ σύζυγοι ξίφει τελειοῦνται, οἵτινες μύρον ἀέναον βλύζουσι.
Χέουσιν αἷμα σύζυγοι διὰ ξίφους,
Οἳ καὶ νεκροὶ χέουσιν εἰς ἀεὶ μύρον.
✥ Ὁ Ἅγιος Μάρτυς ΓΟΡΔΙΑΝΟΣ ξίφει τελειοῦται.
Καὶ Γορδιανὸς Μαρτύρων ζητῶν κλέος,
Ἐφεῦρε τοῦτο Μάρτυς ὀφθεὶς ἐκ ξίφους.
✥ Ὁ Ἅγιος Μάρτυς ΕΠΙΜΑΧΟΣ ὁ Ρωμαῖος, ξίφεσι κατακοπείς, τελειοῦται.
Ξιφῶν ὀδόντας, Ἐπίμαχε, καρτέρει,
Ἄγχεις γὰρ ἐχθρούς, ὢν ὀδόντες ὡς ξίφος.
✥ Οἱ Ἅγιοι τρεῖς ΜΑΡΤΥΡΕΣ οἱ ἐν Μελιτινῇ, τὰ σκέλη συντριβέντες, τελειοῦνται.
Τρεῖς συντριβέντες Μάρτυρες σκέλη ξύλοις,
Τὰ μακρὰ συντρίβουσι τῆς πλάνης σκέλη.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νεομάρτυς ΝΙΚΟΛΑΟΣ, ὁ ἐν Χίῳ μαρτυρήσας κατὰ τὸ ͵αψνδ’ (1754) ἔτος, ξίφει τελειοῦται.
Νίκης τὰ λαμπρά, Νικόλαε, βραβεῖα,
Πρὸς Χριστοῦ ἀπείληφας στερρῶς ἀθλήσας,
Τριακοστῇ ἐν πρώτῃ κάραν ἐκτμηθείς.
✥ Τῶν Ὁσίων ΣΠΥΡΙΔΩΝΟΣ καὶ ΝΙΚΟΔΗΜΟΥ τῶν ἐν τῷ Σπηλαίῳ Ρώσων.