Μαρτίου Α’ (1η)

Τῇ Α’ (1ῃ) τοῦ μηνὸς Μαρτίου μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος ΕΥΔΟΚΙΑΣ τῆς ἀπὸ Σαμαρειτῶν.

Ἡ Σαμαρεῖτις οὐχ ὕδωρ Εὐδοκία,
Ἀλλ’ αἷμα, Σῶτερ, ἐκ τραχήλου σοι φέρει.
Μαρτίου ἀμφὶ πρώτη ἡ Εὐδοκία ξίφος ἔτλη.

Εἰς τὴν Ἁγίαν ταύτην Ὁσιομάρτυρα Εὐδοκίαν Ἀκολουθίαν πλήρη συνέθεσεν ὁ Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας ΔΟΜΝΙΝΗΣ τῆς Νέας.

Τῶν ἀρετῶν φέρουσα φόρτους Δομνῖνα,
Θεῷ προσῆλθεν ἔμπορος πανολβία.

Τὸν Βίον τῆς Ὁσίας ταύτης Μητρὸς ἡμῶν Δομνίνης συνέγραψεν ὁ Κύρου Θεοδώρητος ἐν ἀριθμῷ 30ῷ τῆς Φιλοθέου Ἱστορίας.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μάρτυρος ΑΝΤΩΝΙΝΗΣ.

Θάλαμος ἡ θάλασσα νυμφικὸς γίνῃ
Ἀντωνῖναν κρύπτουσα, νύμφην Κυρίου.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Οἱ Ἅγιοι Μάρτυρες ΜΑΡΚΕΛΛΟΣ καὶ ΑΝΤΩΝΙΟΣ πυρὶ τελειοῦνται.

Χώνη τις ἡ κάμινος ἀθληταῖς δύο,
Οἳ χρυσίου λάμπουσιν ἐν ταύτῃ πλέον.

     

Οἱ Ἅγιοι Μάρτυρες ΣΙΛΒΕΣΤΡΟΣ καὶ ΣΩΦΡΟΝΙΟΣ ξίφει τελειοῦνται.

Οὐ καρτερῶν Σίλβεστρος θρησκεύειν πλάνην,
Σὺν Σωφρονίῳ τὴν τομὴν ἐκαρτέρει.

     

Ὁ Ἅγιος Μάρτυς ΝΕΣΤΟΡΙΑΝΟΣ ξίφει τελειοῦται.

Εἰς τοὐπίσω τράχηλον ἐξειλκυσμένος,
Νεστοριανὸς τὴν τομὴν πρόσω φέρει.

    

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΧΑΡΙΣΙΟΥ, ΝΙΚΗΦΟΡΟΥ καὶ ΑΓΑΠΙΟΥ.

Τριὰς Τριάδι νῦν παρίστατ’ ἐν Πόλῳ
Ἡ τῶν ἀθλητῶν τῇ τὰ πάντα κτισάσῃ.

     

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος ΑΓΑΠΙΟΣ ὁ ἐν τοῖς ὁρίοις τῆς τοῦ Βατοπαιδίου Μονῆς ἀσκήσας, ὁ ὑπὸ τῶν Σαρακηνῶν αἰχμαλωτισθεὶς καὶ αὐτοὺς μεταβαλῶν καὶ βαπτίσας ἐν εἰρήνῃ τελειοῦται.

Εἰ καὶ τὸ σῶμα αἰχμάλωτος, παμμάκαρ,
Ἀλλ’ οὐχὶ γνώμην, Ἀγάπιε, ὡράθης.

Τὰ περὶ τούτου ἔγραψεν ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης ἐν τῇ Ἀκολουθίᾳ τῶν Ἁγιορειτῶν Πατέρων. Εὶς τὸν Ὅσιον τοῦτον πλήρη Ἀκολουθίαν μετὰ δύο Κανόνων συνέγραψεν ὁ Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκλησίας Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

    

ΕΠΙΣΤΡΟΦΗ