✥ Τῇ ΙΘ’ (19ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΔΙΟΥ.
Γεύῃ τελευτῆς καὶ σύ, παμμάκαρ Δῖε,
Ἔνδοξε κλῆσιν, ἀλλὰ καὶ πρᾶξιν πλέον.
Ἀμφ’ ἐνάτην δεκάτην τε περίκλυτος ἔκθανε Δῖος.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν ΜΑΚΡΙΝΗΣ, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου.
Μικρόν τι μικρὸν μακρύνουσα, Μακρῖνα,
Κόσμου σεαυτήν, ἤγγισας τῷ Κυρίῳ.
Ὁ κατὰ πλάτος Βίος τῆς Ὁσίας Μακρίνης συνεγράφη ἑλληνιστὶ ὑπὸ τοῦ κατὰ σάρκα ἀδελφοῦ αὐτῆς θείου Γρηγορίου Νύσσης, οὗ ἡ ἀρχή· «Τὸ μὲν εἶδος τοῦ βιβλίου», μετεφράσθη δὲ εἰς τὴν ἁπλῆν ὑπὸ τοῦ μεγάλου διδασκάλου Ὁσίου Νικοδήμου τοῦ Ἁγιορείτου, ὅστις καὶ τὸν συμπεριέλαβε εἰς τὸ «Νέον Ἐκλόγιον». Τῆς Ὁσίας Μακρίνης τὴν Ἀκολουθίαν συνεπλήρωσεν ὁ Ὑμνογράφος πατὴρ Γεράσιμος Μικραγιαννανίτης, προσθέσας καὶ δεύτερον κανόνα.
ΣΥΝΑΞΑΡΙΟΝ
ΒΙΟΣ ΚΑΤΑ ΠΛΑΤΟΣ
✥ Οἱ Ἅγιοι ΤΕΣΣΑΡΕΣ συνασκηταὶ ἐν εἰρήνῃ τελειοῦνται.
Ἀνδρῶν μοναστῶν τετράριθμος ἀκρότης,
Τοῖς τετραμόρφοις συμπαρίσταται Νόοις.
Ἐν ἄλλοις δὲ οὗτοι γράφονται τεσσαράκοντα.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν ΘΕΟΔΩΡΟΥ τοῦ κατὰ τὴν Λαύραν τοῦ Ἁγίου Σάββα ἀσκήσαντος, ἔπειτα γεγονότος Ἀρχιεπισκόπου Ἐδέσσης· οὗ τὸν βίον ἔγραψεν ὁ Ἐπίσκοπος Ἐμέσσης Βασίλειος.
Δῶρον Θεός σε, Θεόδωρε τρισμάκαρ,
Πόλει δέδωκε τῆς Ἐδέσσης ὡς μέγα.
Τὸν Βίον αὐτοῦ συνέγραψεν ἑλληνιστὶ ὁ Ἐπίσκοπος Ἐμέσσης Βασίλειος, ἀνεψιὸς τοῦ Ἁγίου Θεοδώρου, οὗτινος ἡ ἀρχή· «Εὐλογητὸς ὁ Θεὸς ὁ Παντοκράτωρ». Οὗτος σῴζεται ἐν τῇ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων. Ὁ αὐτὸς μεταγλωττισθεὶς κατεχωρίσθη ὑπὸ τοῦ Ἀγαπίου εἰς τὴν «Καλοκαιρινήν», ἐξ ἧς μεταφέρεται ἐνταῦθα διεσκευασμένος κατὰ τὸ λεκτικόν. Εἰς τὸν Ἅγιον Θεόδωρον πλήρη πανηγυρικὴν Ἀκολουθίαν συνέταξεν ὁ Μοναχὸς Γεράσιμος Μικραγιαννανίτης, Ὑμνογράφος τῆς Μεγάλης Ἐκκλησίας.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Ἀββᾶ ΔΙΟΚΛΕΟΥΣ.
Ἀναχωρήσας Διοκλῆς τῶν ματαίων,
Δόξαν ἀγήρω ὡς Χριστοῦ δοῦλος εὗρεν.
Τὸ Συναξάριον αὐτοῦ ἐλήφθη ἐκ τοῦ Λαυσαϊκοῦ.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἀνακομιδῆς τοῦ τιμίου Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΣΕΡΑΦΕΙΜ τοῦ Ρώσου ἀσκήσαντος εἰς τὴν ἔρημον τοῦ Σαρώφ.
Τὴν κυρίως μνήμην τοῦ Ἁγίου βλέπε εἰς τὴν Βʹ (2α) Ἰανουαρίου ἐν τόμῳ Αʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».
ΕΠΙΣΤΡΟΦΗ