✥ Τῇ ΚϚ’ (26ῃ) τοῦ αὐτοῦ μηνὸς ἡ Σύναξις τῆς ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ.
Λεχὼ ἄμωμον ἀνδρὸς μὴ γνοῦσαν λέχος,
Δώροις ἀμώμοις δεξιοῦμαι τοῖς λόγοις.
Μολπὴν Ἁγνοτάτῃ λεχοῖ εἰκάδι ἕκτῃ ἀείδω.
✥ Ἡ ἐν Αἰγύπτῳ φυγὴ τῆς ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ.
Ἥκοντα πρὸς σὲ τὸν πάλαι πλήξαντά σε,
Αἴγυπτε, φρίττε καὶ Θεὸν τοῦτον φρόνει.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΕΥΘΥΜΙΟΥ Ἐπισκόπου Σάρδεων τοῦ Ὁμολογητοῦ. ἢ μᾶλλον εἰπεῖν, τοῦ Ἱερομάρτυρος.
Θεῷ παραστάς, Εὐθύμιε τρισμάκαρ,
Πλήρης ἀλήκτου τυγχάνεις εὐθυμίας.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν ΚΩΝΣΤΑΝΤΙΝΟΣ ὁ ἐξ Ἰουδαίων ἐν εἰρήνῃ τελειοῦται.
Ὡς ἐξ ἀκανθῶν τῶν Ἰουδαίων ρόδον,
Ὁ θεῖος ἀνθεῖ καὶ θανὼν Κωνσταντῖνος.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν ΕΥΑΡΕΣΤΟΣ ἐν εἰρήνῃ τελειοῦται.
Ἔσπευδεν Εὐάρεστος ἔργῳ καὶ λόγῳ,
Ἕως τελευτῆς εὐαρεστεῖν σοι, Λόγε.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος ΚΩΝΣΤΑΝΤΙΟΥ τοῦ Ρώσου, ἀθλήσαντος ἐν Κωνσταντινουπόλει κατὰ τὸ ͵αψμγ’ (1743) ἔτος.
Βάλλεις τὸν ἐχθρόν, ὅς σε βέβληκε πάλαι,
Κωνστάντιε σύ, καὶ λαμβάνεις βραβεῖον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ΚΥΡΙΑΚῌ μετὰ τὴν τοῦ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ, μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων καὶ Δικαίων ΙΩΣΗΦ τοῦ Μνήστορος, ΙΑΚΩΒΟΥ τοῦ Ἀδελφοθέου, καὶ ΔΑΒΙΔ τοῦ Προφήτου καὶ Βασιλέως.
Εἰς τὸν Ἰωσήφ·
Τιμῶ Ἰωσὴφ μνήστορα τῆς Παρθένου,
Ὡς ἐκλεγέντα φύλακα ταύτης μόνον.
Εἰς τὸν Ἰάκωβον·
Σὺ τέκτονος παῖς, ἀλλ’ ἀδελφὸς Κυρίου,
Τοῦ πάντα τεκτήναντος ἐν λόγῳ μάκαρ.
Εἰς τὸν Δαβὶδ·
Ἐγὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου,
Τὸν Δαβίδ εὗρον ὡς ἑμαυτοῦ καρδίαν;
Κατὰ τὴν Κυριακὴν ταύτην ἀναγινώσκεται λόγος τοῦ Ἁγίου Γρηγορίου τοῦ Νύσσης, οὗ ἡ ἀρχή· «Οἷόν τι πάσχουσι πρὸς τοὺς πολυανθεῖς» (σῴζεται ἐν τοῖς ἐκδεδομένοις).