✥ Τῇ ΚΘ’ (29ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς Ἁγίας Μάρτυρος ΘΕΟΔΟΣΙΑΣ τῆς Παρθένου.
Πνίγει θαλάσσης Θεοδοσίαν ὕδωρ,
Τρέφει δὲ Χριστὸς εἰς ἀναψυχῆς ὕδωρ.
Εἰκάδι Θεοδοσίην ἐνάτῃ πέφνε ρεῦμα θαλάσσης.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος ΘΕΟΔΟΣΙΑΣ τῆς Κωνσταντινουπολιτίσσης.
Κέρας κριοῦ κτεῖνάν σε, Θεοδοσία,
Ὤφθη νέον σοι τῆς Ἀμαλθείας κέρας.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΑΛΕΞΑΝΔΡΟΥ Πάπα Ἀλεξανδρείας.
Σεπτὴν τελευτὴν τὴν Ἀλεξάνδρου σέβω,
Ἣν εἶδα σεπτὸν τῆς Ἀλεξάνδρου Πάπαν.
ΑΛΕΞΑΝΔΡΟΣ ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν ἦτο κατὰ τοὺς χρόνους Κωνσταντίνου τοῦ Μεγάλου, χειροτονηθεὶς Πατριάρχης Ἀλεξανδρείας πρὸ τῆς Ἁγίας Α’ Οἰκουμενικῆς Συνόδου, διήρκεσε δὲ ἡ πατριαρχεία του καὶ μετὰ ταύτην (313-328), διαδεχθέντος τὸν Ἀχιλλᾶν (311-312). Οὗτος ἐξεδίωξε καὶ ἀπέβαλεν ἀπὸ τῆς Ἐκκλησίας τοῦ Θεοῦ τὸν δυσσεβῆ καὶ κακόφρονα Ἄρειον. Διαλάμψας δὲ εἰς τὸν θρόνον ἔτη δέκα πέντε, ἀφῆκε διάδοχόν του τὸν Μέγαν Αθανάσιον (328-373).
✥ Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες ΑΝΗΡ καὶ ἡ τούτου ΣΥΖΥΓΟΣ, ξύλοις τὰ ὀστᾶ συντριβέντες, τελειοῦνται.
Τοῖς ἀνδρὸς ὀστοῖς συγκατεθλάσθης, γύναι,
Κἀγὼ σὸν ὀστοῦν, πρὸς τὸν ἄνδρα φαμένη.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΟΛΒΙΑΝΟΥ Ἐπισκόπου πόλεως Ἀναίας καὶ τῶν αὐτοῦ μαθητῶν.
Τὸν Ὀλβιανὸν μάλα ὄλβιον λέγω,
Ὑπὲρ Θεοῦ θανόντα τοῦ πανολβίου.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ κοινῶς λεγομένου Νάννου, τοῦ ἐκ Θεσσαλονίκης, ἀθλήσαντος ἐν Σμύρνῃ ἐν ἔτει ͵αωβ’ (1802).
Καὶ Ἰωάννης χαριτώνυμος νέος
Μάρτυς ὤφθη Κυρίου· ὤ εὐδοξίας!