✥ Τῇ Β’ (2ᾳ) τοῦ αὐτοῦ μηνὸς Ἄθλησις τοῦ Ἁγίου καὶ ἐνδόξου Μάρτυρος ΜΑΜΑΝΤΟΣ.
Ἀκμαῖος ὢν Τριάδος εἰς πίστιν Μάμας,
Ἀκμαῖς τριαίνης καρτερεῖ τετρωμένος.
Δευτερίῃ χολάδες Μάμαντος χῦντο τριαίνῃ.
Συμπλήρωσιν τῆς ἀκολουθίας τοῦ Ἁγίου Μάρτυρος Μάμαντος συνέθεσεν ὁ Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας πατὴρ Γεράσιμος Μικραγιαννανίτης, ἐκδοθεῖσαν ὑπὸ τοῦ Πρωτοπρεσβυτέρου Ἰωάννου Ράμφου, ἐν Ἀθήναις τῷ 1958.
Ἡ εἰκὼν παριστᾷ τὸν Ἅγιον φέροντα εἰς τὰς ἀγκάλας του νεογέννητον νεβρὸν ἐλάφου, σύμβολον τῆς ἀθωότητος καὶ ἁπλότητος, συμβολίζοντα τὴν ἁπλότητα καὶ ἀθωότητα τοῦ Ἁγίου, ὅστις τιμᾶται καὶ ὡς προστάτης τῶν ποιμένων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν ΙΩΑΝΝΟΥ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Νηστευτοῦ.
Τοῖς μὴ ρέουσιν ἐντρυφᾷς νῦν ἡδέσι,
Νηστευτὰ ρευστῶν ἡδονῶν Ἰωάννη.
✥ Ὁ Ἅγιος Μάρτυς ΔΙΟΜΗΔΗΣ σπαθιζόμενος τελειοῦται.
Σίδηρος εἰς σίδηρον ὢν Διομήδης,
Πρὸς τοὺς σπαθισμοὺς ἀνδρικῶς ἐκαρτέρει.
✥ Ὁ Ἅγιος Μάρτυς ΙΟΥΛΙΑΝΟΣ ξύλῳ θλασθεὶς τὴν κεφαλὴν τελειοῦται.
Ἰουλιανὸς συντριβεὶς κάραν ξύλῳ
Τὸν πρὸς Θεὸν νοῦν σῷος εἰς τέλος μένει.
✥ Ὁ Ἅγιος Μάρτυς ΦΙΛΙΠΠΟΣ ξίφει τελειοῦται.
Ἵππον ταχὺν Φίλιππος τὴν τομὴν ἔχων,
Πρὸς τὸν φιλοῦντα θᾶττον ἦλθε Δεσπότην.
✥ Ὁ Ἅγιος Μάρτυς ΕΥΤΥΧΙΑΝΟΣ ἐν ἐσχάρᾳ πυρὸς τελειοῦται.
Εὐτυχιανὸς πυρποληθεὶς ἐσχάρᾳ
Εἰς εὐτυχῆ μετῆλθε κλῆρον Μαρτύρων.
✥ Ὁ Ἅγιος Μάρτυς ΗΣΥΧΙΟΣ ἀπαγχονισθεὶς τελειοῦται.
Ποθῶν τὸν ὄντως Ἡσύχιος Δεσπότην,
Καὶ τὸν δι’ αὐτὸν ἡσύχως φέρει βρόχον.
✥ Ὁ Ἅγιος Μάρτυς ΛΕΩΝΙΔΗΣ πυρὶ τελειοῦται.
Τοῦ πρὸς Θεόν σε φλὸξ πόθου, Λεωνίδη,
Ἔπειθε ρᾷστα καὶ φλογὸς φέρειν βίαν.
✥ Ὁ Ἅγιος Μάρτυς ΕΥΤΥΧΙΟΣ σταυρωθεὶς τελειοῦται.
Βαίνων κατ’ ἴχνος Εὐτύχιος Κυρίου,
Δίκην ἐκείνου καρτερεῖ σταυροῦ πάθος.
✥ Ὁ Ἅγιος Μάρτυς ΦΙΛΑΔΕΛΦΟΣ λίθῳ τὸν τράχηλον βαρυνθεὶς τελειοῦται.
Σαρκὸς βάρος πᾶν ἐκλιπὼν λίθου βάρει,
Ἀνῆλθε κοῦφος Φιλάδελφος εἰς Πόλον.
✥ Ὁ Ἅγιος Μάρτυς ΜΕΛΑΝΙΠΠΟΣ πυρὶ τελειοῦται.
Εἴπερ τι Μελάνιππος εἶχε καὶ μέλαν,
Κάθαρσιν εὗρεν εἰς τὸ πῦρ βεβλημένος.
✥ Ἡ Ἁγία Μάρτυς ΠΑΡΘΑΓΑΠΗ ἐν τῇ θαλάσσῃ τελειοῦται.
Θνῄσκεις θαλάσσης ἔνδον, ὦ Παρθαγάπη,
Καὶ δωρεῶν θάλασσαν εὑρίσκεις ἄνω.
✥ Μνήμη τῶν δικαίων Ἱερέων ΕΛΕΑΖΑΡ καὶ ΦΙΝΕΕΣ.
Τὸν Ἐλεάζαρ καὶ Φινεὲς τοὺς θύτας,
Τιμῶμεν ἄμφω ὡς φίλους τοῦ Κυρίου.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΑΕΙΘΑΛΑ καὶ ΑΜΜΩΝ.
Ἀειθαλᾶς Ἀμμών τε πικραῖς βασάνοις,
Αἰωνίως θάλλουσιν ἄμφω ἐν Πόλῳ.
ΑΙΘΑΛΑΣ καὶ ΑΜΜΩΝ οἱ Ἅγιοι διεβλήθησαν ὡς Χριστιανοὶ εἰς τὸν Βάβδον, τὸν ἡγεμόνα τῆς ἐν Θρᾴκῃ Ἀδριανουπόλεως· ἐρωτηθέντες δὲ νὰ εἴπωσι τὸ γένος καὶ τὸ ἐπάγγελμα, τὸ ὁποῖον ἔχουσιν, ἀπεκρίθησαν εἰς αὐτόν, ὅτι εἶναι Χριστιανοί· ὅθεν προσετάγησαν νὰ θυσιάσουν εἰς τὰ εἴδωλα, καὶ μὴ καταπεισθέντες, ἐδάρησαν μὲ νεῦρα βοῶν τόσον σκληρῶς, ὥστε ἐν τῷ ἀνηλεεῖ δαρμῷ παρέδωκαν τὰς ψυχάς των εἰς χεῖρας Θεοῦ.