✥ Τῇ ΚΗ’ (28ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Οσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ ΧΑΡΙΤΩΝΟΣ, διασωθέντος ἀπὸ τοῦ μαρτυρικοῦ τέλους ἐν ἔτει ἀπὸ Χριστοῦ σοϛ’ (276).
Τῆς γῆς πατήσας τὰς τρυφὰς ὁ Χαρίτων,
Κατατρυφᾷ νῦν οὐρανοῦ τῶν χαρίτων,
Εἰκάδι ὀγδοάτῃ Χαρίτων θάνε γήραϊ μακρῷ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Δικαίου καὶ Προφήτου ΒΑΡΟΥΧ.
Βαροὺχ προφήτης Ἱερεμίου φίλος,
Χριστοῦ Προφήταις συγχορεύει ἐν Πόλῳ.
✥ Τῇ αὐτῇ ἡμέρα μνήμη τῶν Ἁγίων Μαρτύρων ΜΑΡΚΟΥ τοῦ ποιμένος, ΑΛΕΞΑΝΔΡΟΥ, ΑΛΦΕΙΟΥ καὶ ΖΩΣΙΜΟΥ τῶν αὐταδέλφων, ΝΙΚΩΝΟΣ, ΝΕΩΝΟΣ, ΗΛΙΟΔΩΡΟΥ καὶ τῶν λοιπῶν ΠΑΡΘΕΝΩΝ καὶ ΠΑΙΔΩΝ.
Εἰς τὸν Ἅγιον Μάρκον·
Ποιμὴν ὁ Μάρκος, Μάρκος ὃν κτείνει ξίφος,
Ποιμὴν προβάτων, ὡς ὁ τῆς Γραφῆς Ἄβελ.
Εἰς τοὺς τρεῖς αὐταδέλφους·
Εἰσδύντες εἰς γῆν Μάρτυρες τρεῖς Κυρίου,
Ἐκεῖθεν εἰσδύουσιν εἰς θείαν δρόσον.
Εἰς τὸν Νίκωνα, Νέωνα καὶ Ἡλιόδωρον·
Ἡλιόδωρος, Νίκων, ἀλλὰ καὶ Νέων,
Χριστοῦ κατ’ ἐχθρῶν ἐκ ξίφους νίκη νέα.
Εἰς τὰς Παρθένους καὶ τοὺς Παῖδας·
Τμηθέντα παίδων καὶ γυναικῶν μυρία,
Ὦ Παῖ γυναικὸς καὶ Θεέ, πλήθη δέχου.
✥ Ὁ Ἅγιος Μάρτυς ΕΥΣΤΑΘΙΟΣ ὁ Ρωμαῖος ξίφει τελειοῦται.
Ρωμαῖός ἐστιν, ἀλλὰ καὶ ρωμαλέος,
ὁ Μάρτυς Εὐστάθιος ἀθλῶν πρὸς ξίφος.
✥ Ὁ Ἅγιος Μάρτυς ΑΛΕΞΑΝΔΡΟΣ καὶ οἱ σὺν αὐτῷ τριάκοντα ΜΑΡΤΥΡΕΣ ξίφει τελειοῦνται.
Ἔξαρχον Ἀλέξανδρον εἶχον τοῦ τέλους,
Τμηθέντες ἄνδρες, ὧν ἀριθμὸς τρὶς δέκα.