✥ Τῇ Ζ’ (7ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Ἑπτὰ Ἱερομαρτύρων τῶν ἐν Χερσῶνι ἐπισκοπησάντων, ΕΦΡΑΙΜ, ΒΑΣΙΔΕΩΣ, ΕΥΓΕΝΙΟΥ, ΑΓΑΘΟΔΩΡΟΥ, ΕΛΠΙΔΙΟΥ, ΚΑΠΙΤΩΝΟΣ καὶ ΑΙΘΕΡΙΟΥ.
Εἰς τὸν Ἐφραίμ·
Μὴ τὴν κεφαλὴν τοῖς ἀγάλμασι κλίνων,
Ἐφραίμ, ἀγάλλῃ τῇ τομῇ ταύτην κλίνων.
Εἰς τὸν Βασιλέα·
Συρεὶς Βασιλεὺς χερσὶ δεισιδαιμόνων,
Χεῖρας διασπᾷ δεισιδαίμονος πλάνης.
Εἰς τὸν Εὐγένιον, Ἀγαθόδωρον καὶ Ἐλπίδιον·
Τριὰς σύναθλος τοῦ Προφήτου τὸν λόγον,
Εἰς μάστιγας δέδωκα τὸν νῶτον, λέγει.
Εἰς τὸν Καπίτωνα·
Ἐπῆρε χεῖρας είς προσευχὴν Καπίτων,
Καὶ πρὸς Θεὸν μετῆρεν ἐξάρας πόδας.
Εἰς τὸν Αἰθέριον·
Ἐκ τοῦ ποταμοῦ προς Θεὸν χωρεῖς, Πάτερ,
Τὸν ἐν ποταμῷ σαρκικῶς λελουμένον.
Ἑβδομάτῃ Πατέρας μόρος ἥρπασεν ἑπτὰ ἀριθμῷ.
✥ Οἱ Ἅγιοι Ἐπίσκοποι Τριμυθοῦντος τῆς Κύπρου ΑΡΚΑΔΙΟΣ καὶ ΝΕΣΤΩΡ ἐν εἰρήνῃ τελειοῦνται.
Τῆς Τριμυθοῦντος Ποιμένες καλοὶ δύο,
Ἐν τῇ καλῇ σκιρτῶσι τῆς Ἐδὲμ πόᾳ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΠΑΥΛΟΥ τοῦ Ἁπλοῦ.
Γῆθεν μεταστὰς πρὸς Θεὸν Παῦλος Λόγον,
Τῆς ἁπλότητος πολλαπλᾶ στέφη λάβεν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος ΕΦΡΑΙΜ ὁ Πατριάρχης Ἀντιοχείας ἐν εἰρήνῃ τελειοῦται.
Ἐφραὶμ ὁ ποιμὴν νῦν σύνεστι Ποιμένι,
Μικρὸς μεγάλῳ· ὢ μεγάλης ἀξίας!
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΛΑΥΡΕΝΤΙΟΥ τοῦ Κτήτορος τῆς ἐν Σαλαμῖνι Ἱερᾶς Μονῆς Φανερωμένης.
Μονὴν τῇ Ἁγνῇ ἱδρύσας Θεοτόκῳ
Λαυρέντιε, χαίρεις Μοναῖς ἐν ταῖς ἄνω.
Ἡ ἁγία Κάρα τοῦ Ὁσίου Λαυρεντίου σώζεται νῦν ἐν τῇ Ἱερᾷ Μονῇ τῆς Φανερωμένης ἐν Σαλαμῖνι, εὐωδιάζουσα καὶ πολλὰ θαύματα ἐνεργοῦσα, τὸ δὲ ἅγιον Λείψανον τοῦ Ὁσίου ἐτάφη εἰς τὴν μικρὰν Ἐκκλησίαν ὄπου εὑρίσκεται ἡ ἁγία Εἰκὼν τῆς Φανερωμένης. Μετὰ τὸν θάνατον τοῦ Ὁσίου ἐγένετο Ἡγούμενος τῆς Μονῆς ὁ υἱὸς τοῦ Ὁσίου ὀνόματι Ἰωακείμ (προφανῶς ὁ Ἰωάννης), ὅστις, ὡς φαίνεται ἠκολούθησε καὶ αὐτὸς τὴν Μοναχικὴν πολιτείαν.