✥ Τῇ ΙΘ’ (19ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΤΡΟΦΙΜΟΥ, ΣΑΒΒΑΤΙΟΥ καὶ ΔΟΡΥΜΕΔΟΝΤΟΣ.
Εἰς τὸν Τρόφιμον καὶ Δορυμέδοντα·
Πνέοντες ἓν, Τρόφιμε καὶ Δορυμέδον,
Ἓν ἐκ ξίφους δέχεσθε καὶ βίου τέλος.
Εἰς τὸν Σαββάτιον·
Ξεσθεὶς σιδήροις Σαββάτιος ὀξέσιν,
Εἰς σαββατισμὸν θεῖον ὡς μάρτυς φθάνει.
Ἑννεακαιδεκάτῃ Τρόφιμον τάμον ἠδὲ συνάθλους.
Τὸ Μαρτύριον τῶν Ἁγίων τούτων συνέγραψε Συμεὼν ὁ Μεταφραστής, οὗ ἡ ἀρχή· «Πρόβου τοῦ δυσσεβοῦς τὸ βασίλειον» (σώζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν τῇ τῶν Ἰβήρων Μονῇ καὶ ἐν ἄλλαις)· εἶναι δὲ κατακεχωρημένον καὶ ἐν τῷ 115 τόμῳ τῆς ἐκδόσεως Migne.