Ἰουλίου ΚΑ’ (21η)

Τῇ ΚΑ’ (21ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν ΣΥΜΕΩΝ τοῦ διὰ Χριστὸν σαλοῦ, καὶ ΙΩΑΝΝΟΥ.

Εἰς τὸν Συμεών·

Ἔμφρων σὺ μωρός, ὃς βίον παίζων, Πάτερ,
Ὄφιν φρόνιμον λανθάνεις τέλους ἄχρι.

Εἰς τὸν Ἰωάννην·

Ἔρημον εἵλου, ὦ Ἰωάννη μάκαρ,
Δι’ ἧς ἔρημα εἰργάσω σαρκὸς πάθη.
Ψευδαέφρων περίφρων Συμεὼν θάνεν εἰκάδι πρώτῃ.

Ὁ ἑλληνικὸς αὐτῶν βίος σῴζεται ἐν τῇ Λαύρᾳ, ἐν τῇ Μονῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις, οὗ ἡ ἀρχή· «Οἱ τὸ διδασκαλικὸν πρὸς ἀλλήλους σπεύδοντες». Τοῦτον μεταφρασμένον συμπεριέλαβεν ὁ Ἀγάπιος εἰς τὴν «Καλοκαιρινήν». Ὁ αὐτὸς καταχωρεῖται ἐνταῦθα διεσκευασμένος κατὰ τὸ λεκτικόν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Οἱ Ἅγιοι ΤΡΕΙΣ Μάρτυρες οἱ ἐν Μελιτινῇ κατὰ πετρῶν συρόμενοι τελειοῦνται.

Δώσουσι φωνὴν ἐκ μέσου πετρῶν ἅμα,
Τὸ τῆς γραφῆς τρεῖς θνῄσκοντες σεσυρμένοι.

 

Οἱ Ἅγιοι Μάρτυρες ΙΟΥΣΤΟΣ καὶ ΜΑΤΘΑΙΟΣ ξίφει τελειοῦνται.

Ξίφει τραχήλους ἄνδρες ἐκδόντες δύο,
Κοινοῦ τέλους ἔλαβον κοινὰ καὶ στέφη.

 

Ὁ Ἅγιος Μάρτυς ΕΥΓΕΝΙΟΣ ξίφει τελειοῦται.

Γενναιότητος εὖγε· τῆς Εὐγενίου!
Ὃς εὐγενῶς στὰς πλήττεται κατ’ αὐχένος.

 

Μνήμη τῶν Ἁγίων Μαρτύρων ΘΕΟΔΩΡΟΥκαὶ ΓΕΩΡΓΙΟΥ.

Ὁ Θεόδωρος καὶ Γεώργιος μέγα
Τρόπαιον ἦραν κατὰ πλάνης ἐξ ἄθλων.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΘΕΟΦΙΛΟΥ, ΤΡΟΦΙΜΟΥ καὶ ἑτέρων ΔΕΚΑΤΡΙΩΝ.

Ὁ Θεόφιλος καὶ Τρόφιμος ἐν Πόλῳ
Τροφὴν ἐφεῦρον καὶ Θεοῦ τὴν φιλίαν.

Εἰς τὸν Τρόφιμον·

Τρισκαίδεκα Τρόφιμος ἄνδρας συντρόφους
Ἔχων συνάθλους τέμνεται τούτοις ἅμα.

ΘΕΟΦΙΛΟΣ, ΤΡΟΦΙΜΟΣ καὶ οἱ σὺν αὐτοῖς ἀθλήσαντες Ἅγιοι Μάρτυρες, ἤκμασαν βασιλεύοντος τοῦ Διοκλητιανοῦ ἐν ἔτει τη’ (308) καὶ ἐπειδὴ δὲν ἐπείσθησαν νὰ ἀρνηθῶσι τὸν Χριστόν, ἐξεσχίσθησαν εἰς τὸ σῶμα καὶ ἐλιθοβολήθησαν· εἶτα συνετρίβησαν τὰ σκέλη καὶ ἐρρίφθησαν εἰς πυράν. Ἀβλαβεῖς δὲ διαφυλαχθέντες, τελευταῖον ἀπεκεφαλίσθησαν καὶ ἔλαβον οἱ ἀοίδιμοι τοὺς στεφάνους τῆς ἀθλήσεως.

 

Ἡ σύναξις τοῦ Ἁγίου Μάρτυρος ΑΚΑΚΙΟΥ ἐν τῷ Ἑπτασκάλῳ καὶ ἡ σύναξις τοῦ ἁγίου ΕΛΕΥΘΕΡΙΟΥ πλησίον τοῦ Ξηρολόφου, καὶ ἡ σύναξις τῆς ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ἐν τοῖς Ἁρματίου.

Εἰς τὸν Ἀκάκιον·

Ἀκάκιος κάλλιστον ἀνύσας ἆθλον
Κακῶν μυρίων ἡμᾶς ἀπολυτροῦται.

Εἰς τὸν Ἐλευθέριον·

Ἐλευθέριος δεινῶθν ἐλευθερίαν
Φερωνύμως δίδωσι τοῖς εὐσεβέσι.

Εἰς τὴν Θεοτόκον ἐν τοῖς Ἁρματίου·

Ἐν Ἁρματίου σῷ Ναῷ Θεοτόκε,
Αἶνόν σοι προσάγομεν εὐχαριστίας.

 

Μνήμη τοῦ Ὁσίου ΟΝΟΥΦΡΙΟΥ τοῦ σιωπηλοῦ ἐν τῷ Σπηλαίῳ Ρώσου.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν ΠΑΡΘΕΝΙΟΥ Ἐπισκόπου γενομένου Ραδοβυσδίου (ἐν τῷ νομῷ Ἄρτης), κοιμηθέντος δὲ ἐν Κυρίῳ ἐν ἔτει 1777.

Βίῳ εὐαγεῖ, Παρθένιε, ἐμπρέψας
Χάριτος πλείστης ἐκ Θεοῦ ἠξιώθης.

Εἰς τὸν Ἅγιον Παρθένιον συνέταξεν Ἀκολουθίαν πλήρη, μετὰ δύο Κανόνων, ὁ γνωστὸς Ὑμνογράφος πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

         

ΕΠΙΣΤΡΟΦΗ