Ἰουλίου ΙΕ’ (15η)

Τῇ ΙΕ’ (15ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΚΗΡΥΚΟΥ καὶ ΙΟΥΛΙΤΤΗΣ τῆς μητρὸς αὐτοῦ.

Ἰουλίττα σύναθλος υἱῷ Κηρύκῳ
Ἡ λαιμότμητος τῷ κάραν τεθλασμένῳ.
Πέμπτῃ Ἰουλίτταν δεκάτῃ τάμον, υἷα δ’ ἔαξαν.

Τὸ ἑλληνικὸν τούτων Μαρτύριον σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν τῇ ἱερᾷ Μονῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις, οὗ ἡ ἀρχή· «Τῷ ἀγαπητῷ ἀδελφῷ καὶ συλλειτουργῷ». Ἐγκώμιον δὲ εἰς τοὺς Ἁγίους τούτους Ἰουλίτταν καὶ Κήρυκον ἔπλεξε Νικήτας ὁ Ρήτωρ, οὗ ἡ ἀρχή· «Ὥσπερ οὔκ ἐστι συνεχόμενον τῷ Κυρίῳ», (σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ ἐν τῷ Κοινοβίῳ τοῦ Διονυσίου καὶ ἐν τῇ ἱερᾷ Μονῇ τοῦ Βατοπαιδίου). Τὸ ἐγκώμιον τοῦτο ἐν τοῖς πανηγυρικοῖς τῆς Λαύρας ἐπιγράφεται: «Νικήτα Φιλοσόφου δούλου Χριστοῦ».

ΣΥΝΑΞΑΡΙΟΝ

  

Μνήμη τοῦ Ἁγίου Μάρτυρος ΛΟΛΛΙΑΝΟΥ, ὃς ὑπὸ δημίων λακτιζόμενος τελειοῦται.

Ποσὶ προθύμοις ἔδραμε τρίβον τέλους,
Ὁ Λολλιανὸς οὗ ποσίκρουστον τέλος.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΑΒΟΥΔΙΜΟΥ.

Ἀβουδίμῳ μάχαιρα πρόξενος τέλους,
Αὕτη δὲ τούτῳ πρόξενος καὶ στέφους.

ΑΒΟΥΔΙΜΟΣ ὁ Μάρτυς ἤκμασε κατὰ τοὺς χρόνους το βασιλέως Διοκλητιανοῦ ἐν ἔτει σϟθ’ (299), συλληφθεὶς δὲ ὡς Χριστιανός, καὶ μὴ πεισθεὶς νὰ θυσιάσῃ εἰς τὰ εἴδωλα, ἐδέθη εἰς τέσσαρας πασσάλους καὶ ἐξηπλώθη· εἶτα ἐδάρη ὑπὸ ἐννέα στρατιωτῶν, καὶ ἐπειδὴ δὲν ἠθέλησεν οὔτε κἂν νὰ γευθῇ ἀπὸ τὰς εἰδωλοθύτους θυσίας, ἐξεσχίσθη μὲ ὄνυχας σιδηροῦς καὶ τελευταῖον ἀπεκεφαλίσθη καὶ ἀνέβη νικηφόρος εἰς τὰ οὐράνια.

 

Τῇ αὐτῇ ἡμέρᾳ τοῦ Ἁγίου καὶ Ἰσαποστόλου βασιλέως τῶν Ρώσων ΒΛΑΔΙΜΗΡΟΥ τοῦ ἐκχριστιανίσαντος τὴν Ρωσίαν ἐν εἰρήνῃ τελειωθέντος.

Ὡς φῶς μέγα ἔλαμψας ἐν τῇ Ρωσίᾳ
Παμμάκαρ Βλαδίμηρε, Χριστοῦ τὴν πίστιν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ ἡ εὕρεσις τῆς τιμίας Κάρας τῆς Ὁσίας μητρὸς ἡμῶν ΜΑΤΡΩΝΗΣ τῆς Χιοπολίτιδος.

Λιποῦσα κόσμον ἔμπλεων ἀκοσμίας,
Χριστῷ πρόσεισι νυμφικῶς ἡ παρθένος,
Πέμπτῃ καὶ δεκάτῃ Ματρώνης βῆ κάρα ἐκ γῆς.

Βλέπε τὸν Βίον αὐτῆς κατὰ τὴν 20ην Ὀκτωβρίου ἐν τόμῳ Ιʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας», ὅτε ἑορτάζεται ἡ κυρίως μνήμη της.

ΣΥΝΑΞΑΡΙΟΝ

  

ΕΠΙΣΤΡΟΦΗ