Τῇ αὐτῇ ἡμέρᾳ ἡ εὕρεσις τῆς τιμίας Κάρας τῆς Ὁσίας μητρὸς ἡμῶν ΜΑΤΡΩΝΗΣ τῆς Χιοπολίτιδος.

ΜΑΤΡΩΝΗΣ τῆς Ὁσίας μητρὸς ἡμῶν τῆς Χιοπολίτιδος ἡ εὕρεσις τῆς τιμίας Κάρας ἔλαβε χώραν, μετὰ ἱκανὸν χρόνον ἀπὸ τὴν κοίμησιν καὶ ταφὴν αὐτῆς. Ταύτης τῆς Ὁσίας ἡ φήμη ἐξαπλουμένη ἁπανταχοῦ προσείλκυε πλῆθος πολὺ τῶν εὐσεβῶν, οἵτινες προσήρχοντο μετὰ πίστεως εἰς τὸν ἱερὸν αὐτῆς Ναὸν καὶ ἐλάμβανον ἕκαστος ὡς ἐκ πηγῆς ἀκενώτου τὴν ἴασιν.

Τὸν ἱερὸν τοῦτον Ναὸν ἐπιθυμοῦντες οἱ φιλόστοργοι παῖδες τῆς Ὁσίας, οἱ Χῖοι, νὰ διευρύνουν διὰ νὰ ἐπαρκῇ οὗτος εἰς τὸ πολὺ πλῆθος τῶν προσερχομένων καὶ ἀνασκάπτοντες τὰ θεμέλια ἤνοιξαν τὸν τάφον τῆς Ὁσίας καὶ ἀνεῦρον ἐν αὐτῷ τὴν ἁγίαν Κάραν αὐτῆς ὡς ὄντως θησαυρὸν ἄσυλον, πλοῦτον ἀναφαίρετον, θαυμαστὴν εὐωδίαν ἀποπνέουσαν καὶ τοὺς πάντας ἀρωματίζουσαν.

Ἐν τῇ ὥρᾳ αὐτῆς τῆς εὑρέσεως πολλὰ θαύματα ἐτελέσθησαν· παράλυτος ἀνωρθώθη, καὶ μογιλάλος γυνὴ ἐγερθεῖσα τῆς κλίνης ἐλάλει καθαρῶς δοξάζουσα τὸν Θεόν. Οὐχὶ δὲ μόνον ταῦτα ἀλλὰ καὶ πάντοτε μέχρι τῆς σήμερον ἡ Ἁγία τὰ αὐτὰ καὶ πλείονα ποιεῖ, διὸ καὶ ἡ μνήμη ταύτης τῆς εὑρέσεως ἐτάχθη ἑορτάζεσθαι ἐν ταύτῃ τῇ ἡμέρᾳ, εἰς ὠφέλειαν ἡμῶν καὶ τιμὴν καὶ δόξαν τῆς Ὁσίας καὶ τοῦ ταύτην καὶ πάντας τοὺς αὐτοῦ θεράποντας δοξάζοντος Θεοῦ.

                                                                                                                       

ΕΠΙΣΤΡΟΦΗ