✥ Τῇ ΙΖ’ (17ῃ) τοῦ αὐτοὺ μηνὸς μνήμη τῶν Ἁγίων Τριῶν Παίδων ΑΝΑΝΙΟΥ, ΑΖΑΡΙΟΥ, ΜΙΣΑΗΛ καὶ ΔΑΝΙΗΛ τοῦ Προφήτου.
Εἰς τὸν Δανιήλ·
Ὕπαρ, Θεέ, βλέπει σε νῦν ἐπὶ Θρόνου,
Τμηθεὶς Δανιὴλ οὐκ ὄναρ καθὼς πάλαι.
Εἰς τοὺς τρεῖς Παῖδας·
Εἰ μὴ θανεῖν τρεῖς Παῖδας ἤρων ἐκτόπως,
Ὡς τοῦ πυρὸς πρίν, ἦρχον ἂν καὶ τοῦ ξίφους.
Ἑβδομάτῃ δεκάτῃ Δανιὴλ τάμον, ὃς βλέπει μέλλον.
Τὸ τῆς Παλαιᾶς Διαθήκης βιβλίον τοῦ Προφήτου Δανιήλ, κατὰ τὸν Ἱερώνυμον, ἀναγινώσκει ἡ Εκκλησία ἐκ τῆς μεταφράσεως τοῦ Θεοδοτίωνος, διότι εὗρε συγκεχυμένην τὴν τῶν Ἑβδομήκοντα, ἡ ὁποία οὐδὲ κἂν σῴζεται. Καὶ ταῦτα μὲν καὶ ἄλλοι πολλοὶ λέγουσιν. Ὁ δὲ σοφὸς Νικηφόρος ὁ Θεοτόκης, εἰς τὰς ὑποσημειώσεις τῆς Ἀνασκευῆς τῆς τελευταῖον διερμηνευθείσης Διαθήκης, διὰ πολλῶν ἀποδεικνύει, ὅτι ἡ κατὰ τὰς κοινὰς Ἑλληνικὰς ἐκδόσεις τῆς Ἁγίας Γραφῆς συνεκδεδομένη βίβλος τοῦ Προφήτου Δανιὴλ εἶναι αὐτὴ αὕτη ἡ τῶν Ἑβδομήκοντα μετάφρασις καὶ ὄχι ἡ τοῦ Μαρκιωνιστοῦ Θεοδοτίωνος, οὐδὲ ἡ ἐκ τοῦ Κισιανοῦ Κώδικος ἀναφανεῖσα. Προσθέτομεν δὲ καὶ τοῦτο, ὅτι τὰς Προφητείας τοῦ Δανιήλ, τὰς περὶ Μακεδόνος Ἀλεξάνδρου, προσέφεραν ὁ ἀρχιερεὺς Ἴαδδος καὶ οἱ ἱερεῖς εἰς τὸν βασιλέα Ἀλέξανδρον, ὅταν ἐπεσκέφθη τὴν Ἱερουσαλήμ, ὡς μαρτυρεῖ ὁ Ἰώσηπος. Πρέπει δὲ νὰ γνωρίζωμεν, ὅτι μόνος ὁ Προφήτης οὗτος Δανιὴλ προεῖπεν εἰς πόσα ἔτη ὡρισμένως μέλλει νὰ ἔλθῃ καὶ νὰ σταυρωθῇ ὁ Χριστός, ἤτοι μετὰ τετρακόσια ἐνενήκοντα. Καὶ σαφέστερον πάντων τῶν Προφητῶν αὐτὸς προεκήρυξε τὸν θάνατον τοῦ Χριστοῦ, διότι οὕτω γράφεται εἰς τὸ νῦν σῳζόμενον Ἑβραϊκόν· «Καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο, ἐκκοπήσεται ὁ Μεσσίας (ἤτοι ὁ Χριστός), ἀλλ’ οὐχ ἑαυτῷ», (τουτέστιν οὐχ ὑπὲρ ἑαυτοῦ, ἀλλ᾽ ὑπὲρ τῆς σωτηρίας τῶν ἀνθρώπων) (Δαν. θʹ 26). Σημείωσαι, ὅτι τὸ ἱερὸν Λείψανον τοῦ Ἁγίου Προφήτου Δανιὴλ ἔφερε μεθ’ ἑαυτῆς ἡ Ἁγία Ἑλένη ἐπανελθοῦσα ἐκ τῶν Ἱεροσολύμων εἰς Κωνσταντινούπολιν (σελ. 102 τῆς Δωδεκαβίβλου).
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Ὁσιομαρτύρων ΠΑΤΕΡΜΟΥΘΙΟΥ, ΚΟΠΡΙΟΣ καὶ ΑΛΕΞΑΝΔΡΟΥ.
Εἰς τὸν Πατερμούθιον καὶ Κόπριν·
Κοινωνὸς ὤφθην καὶ βίου σοι καὶ ξίφους,
Πάτερ Πατερμούθιε, κραυγάζει Κόπρις.
Εἰς τὸν Ἀλέξανδρον·
Ἀγῶνος, Ἀλέξανδρε, διπλοῦ λαμβάνεις,
Ἀσκήσεως τομῆς τε διπλᾶ τὰ στέφη.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ ἀειμνήστου Πατρὸς ἡμῶν ΣΤΕΦΑΝΟΥ τοῦ Ὁμολογητοῦ, τοῦ πρότερον καλουμένου ΔΟΥΝΑΛΕ.
Στολαῖς Στέφανος ἀρετῶν ἐστεμμένος,
Λαμπρός τις, ἥκει πρὸς στεφάνους τοὺς ἄνω.
✥ Ὁ Ἅγιος Μάρτυς ΙΑΚΧΟΣ ξίφει τελειοῦται.
Ἴακχε, κρατύνθητι καὶ τμηθεὶς κάραν,
Τμηθεῖσιν ἐγγράφηθι καὶ στέφου κάραν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν ΔΙΟΝΥΣΙΟΣ ὁ Νέος, ὁ ἐκ Ζακύνθου μὲν ὁρμώμενος, Ἀρχιεπίσκοπος δὲ Αἰγίνης γενόμενος, ἐν εἰρήνῃ τελειοῦται.
Λιπὼν τὰ τῆς γῆς, νῦν κατοικεῖ ἐν πόλῳ,
Κλέος Ζακύνθου Διονύσιος ὁ νέος.
✥ Μνήμη τοῦ Ἁγίου Νέου Μάρτυρος ΝΙΚΗΤΑ.
Εἰ καὶ Ἀθλητής ἐστιν ἐν χρόνοις νέος,
Ἴσος παλαιοῖς ἐστι Νικήτας ἄθλοις.