✥ Τῇ ΚΘ’ (29ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ Κορυφαίων ΠΕΤΡΟΥ καὶ ΠΑΥΛΟΥ.
Σταύρωσις εἷλε κήρυκα Σταυροῦ Πέτρον,
Τομὴ δὲ Παῦλον τὸν τεμόντα τὴν πλάνην.
Τλῆ ἐνάτῃ Σταυρὸν Πέτρος εἰκάδ’ ἄορ δέ γε Παῦλος.
Τὸ ἑλληνικὸν Μαρτύριον τῶν δύο τούτων Ἁγίων Ἀποστόλων σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ οὗ ἡ ἀρχή· «Ἐγένετο μετὰ τὸ ἐξελθεῖν τὸν μακάριον Παῦλον». Ἐγκώμια δὲ εἰς αὐτοὺς ἔπλεξαν ὁ θεῖος Χρυσόστομος, οὗ ἡ ἀρχή· «Οὐρανοῦ καὶ γῆς ἅμιλλαν ὁρῶ». Γρηγόριος ὁ Παλαμᾶς, οὗ ἡ ἀρχή· «Ἡ τῶν Ἁγίων ἑκάστου μνήμη». Νικήτας ὁ ρήτωρ, οὗ ἡ ἀρχή· «Τίς ὁ τερπνὸς οὗτος ἦχος» (σῴζονται ἐν τῇ Λαύρᾳ ἐν τῷ Κοινοβίῳ τοῦ Διονυσίου, ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν τῷ τετάρτῳ πανηγυρικῷ τῆς Ἱερᾶς Μονῆς τοῦ Βατοπεδίου, ἐν τούτῳ καὶ ἐν τῇ Λαύρᾳ σῴζεται καὶ ἓν ὑπόμνημα κατὰ τὴν παροῦσαν ἡμέραν, οὗ ἡ ἀρχή· «Καὶ τῶν τεχνῶν οὐ μόνον τοὺς ἐξ ἀρχῆς Πατέρας»). Ἐν δὲ τῇ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων σῴζονται ἄλλα δύο ἐγκώμια τοῦ αὐτοῦ Νικήτα τοῦ Ρήτορος, τοῦ καὶ Δαβὶδ ἐπονομαζομένου, ἓν μὲν εἰς τὸν Πέτρον οὗ ἡ ἀρχή· «Ὡς ἡδεῖα τῆς ἡμέρας ἡ χάρις», ἕτερον δὲ εἰς τὸν Παῦλον, οὗ ἡ ἀρχή· «Πᾶσα μὲν ἑορτὴ καὶ πανήγυρις». Ὁμοίως σῴζεται ἐν αὐτῇ καὶ ἄλλο ἐγκώμιον Γενναδίου Σχολαρίου τοῦ Κωνσταντινουπόλεως, οὗ ἡ ἀρχή· «Ἐμοὶ δέ φησι λίαν ἐτιμήθησαν οἱ φίλοι σου ὁ Θεός». Ἐπίσης εἰς τοὺς δύο τούτους Ἀποστόλους ἐφιλοτέχνησε καὶ ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης εἰκοσιτέσσαρας οἴκους κατ’ ἀλφάβητον. Ἐκ τῶν ἀνωτέρω ἐγκωμίων, καταχωρίζομεν ἐν τῷ ἀνὰ χεῖρας Τόμῳ τὸ πρῶτον, τοῦ θείου Χρυσοστόμου, οὗ ἡ ἀρχή· «Οὐρανοῦ καὶ γῆς…». (Βλέπε σελ. 435).
ΣΥΝΑΞΑΡΙΟΝ
ΛΟΓΟΣ Α’
ΛΟΓΟΣ Β’
ΛΟΓΟΣ Γ’
ΛΟΓΟΣ Δ’