✥ Τῇ ΙΕ’ (15ῃ) τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΠΑΧΩΜΙΟΥ.
Ὁ Παχώμιος λεπτύνων σαρκὸς πάχος,
Ψυχῇ συνῆγε πρὶν μεταστῆναι στέαρ [1].
Πέμπτῃ καὶ δεκάτῃ Παχώμιον ἔνθεν ἄειραν.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΑΧΙΛΛΙΟΥ Ἐπισκόπου Λαρίσης.
Λαλεῖ Λάρισα σὰς ἀριστείας ξένας,
Μνήμην ἔχουσα καὶ θανόντος σοῦ, Πάτερ.
Πέμπτῃ καὶ δεκάτῃ νόες ἦραν κῆρ Ἀχιλλίου.
Ὁ τοῦ Ἁγίου τούτου Ἀχιλλίου Βίος καθὼς καὶ ἡ ἰδιαιτέρα πανηγυρικὴ Ἀκολουθία αὐτοῦ, ποιηθεῖσα ὑπὸ Ἀντωνίου Ἀρχιεπισκόπου Λαρίσης (1340-1362), ἐξεδόθη τύποις ἐν Βενετίᾳ τῷ 1745. Ἡ αὐτὴ Ἀκολουθία, μετὰ δύο Κανόνων, ὧν ὁ μὲν πρῶτος τυγχάνει ποίημα τοῦ αὐτοῦ Ἀντωνίου Ἀρχιεπισκόπου Λαρίσης, ὁ δὲ δεύτερος Ἰωσὴφ τοῦ Ὑμνογράφου, συμπεριελήφθη καὶ εἰς Μηναῖα τινὰ ἐκδοθέντα ὑπὸ Δημητρίου Θεοδοσίου ἐν Βενετίᾳ τῷ 1761. Εἶτα ἐξεδόθη ἐν ἰδιαιτέρῳ τεύχει ἐν Λαρίσῃ τῷ 1882, καὶ πάλιν ἐν Λαρίσῃ τῷ 1896 διωρθωμένη ὑπὸ Γ. Μακρῆ καὶ ἐν Ἀθήναις τῷ 1952 ὑπὸ Δωροθέου Μητροπολίτου Λαρίσης, τοῦ μετέπειτα Ἀθηνῶν. Ἑτέρα Ἀκολουθία τοῦ Ἁγίου, ποίημα Χαρίτωνος Μοναχοῦ ἀπόκειται ἐν Κώδικι τῶν Καυσοκαλυβίων τοῦ Ἁγίου Ὅρους. Ἐκ τοῦ αὐτοῦ Κώδικος ἐλήφθη καὶ ὁ ἀνωτέρω καταχωρηθεὶς τρίτος, μετὰ τὸ δίστιχον, στίχος. Περὶ δὲ τοῦ σωματικοῦ χαρακτῆρος τοῦ Ἁγίου ἐν τῷ Λαυρεωτικῷ Κώδικι Ιʹ 70, φυλ. 247, γράφονται τὰ ἑξῆς· «Οὗτος οὐ μόνον ἐν τῇ ἀρετῇ καὶ σοφίᾳ πολλῶν ἐπεκράτησεν, ἀλλὰ καὶ ἐκ τῆς τοῦ σώματος διαπλάσεως· ἡ γὰρ ὄψις αὐτοῦ περικαλλής· ἡ κεφαλὴ εὐανθὴς καὶ ὑψίκομος, τὸ ὄμμα βλοσυρὸν (αὐστηρὸν) καὶ βασιλικόν, ἡ γενειὰς ὑπήνιος καὶ ἁπλῶς εὐσύνθετος καὶ εὐάρμοστος». Τὸν Ἅγιον τοῦτον Ἀχίλλιον, ἀπὸ αὐτῆς ταύτης τῆς ὁσίας κοιμήσεως αὐτοῦ, τιμᾷ ἡ πόλις τῆς Λαρίσης ὡς πολιοῦχον αὐτῆς.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΒΑΡΒΑΡΟΥ τοῦ Μυροβλύτου.
Βάρβαρον οὐχί, εὐγενῆ δὲ δεικνύει,
Ἡ μυρόβλυσις ἐκ τάφου τοῦ σοῦ, Πάτερ.
Ἦν Βάρβαρος μὲν δοῦλος ἐν γῇ σὺν πόνοις
Ἐλεύθερος νῦν δ’ οὐρανῷ χαίρων πέλει.
Εἰκάδι ἠδὲ τρίτῃ γε πέπαυται Βάρβαρος ἄθλων.
Ἴσως οὗτος εἶναι ἐκεῖνος ὃν ἀναφέρει ὁ Βρυέννιος ἐν τῷ βʹ τόμῳ αὐτοῦ. Ὁ Ὅσιος οὗτος Βάρβαρος ἐκοιμήθη τῇ 23ῃ Ἰουνίου, ἑορτάζεται ὅμως τῇ 15ῃ Μαΐου ὅτε διῆλθε τὸ ἅγιον αὐτοῦ Λείψανον ἐκ τοῦ χωρίου Ποταμὸς τῆς Κερκύρας (Βλ. σελ. 422-423). Ἐν τῷ Λαυρεωτικῷ Κώδικι Ιʹ 70, φύλ. 244, ἄλλως πως περιγράφεται ὁ Βίος αὐτοῦ, ὅτι δηλαδὴ ὑπῆρξε πρότερον λῃστὴς καὶ μετανοήσας ἠσκήτευσεν εἰς τὰ μέρη ἐκεῖνα περιβληθεὶς οἰκειοθελῶς τὴν βαρυτάτην ἅλυσον μεθ’ ἧς εὑρέθη περιτετυλιγμένος. Ἀκολουθία εἰς τὸν Ὅσιον Βάρβαρον ἐξεδόθη τὸ πρῶτον ἐν Βενετίᾳ τῷ 1734 καὶ τὸ δεύτερον ἐν Κερκύρᾳ τῷ 1886.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΑΝΔΡΕΟΥ τοῦ Ἐρημίτου καὶ Θαυματουρνοῦ.
Πατρίδα λιπών, σὺν συνεύνῳ καὶ τέκνοις,
Ἔρημον οἰκεῖς, ὡς ἄλλος δὴ Ἠλίας.
Τὸν Βίον καὶ τὴν Ἀκολουθίαν αὐτοῦ συνέγραψεν Ἀνδρέας ὁ Ὑδρωμένος ὁ Ὑπάρ- γιος (†1847), ἐκδοθεῖσαν τύποις ἐν Ἐνετίᾳ τῷ 1807, ἐξ ἧς καὶ παρελήφθη ὁ ἐνταῦθα καταχωριζόμενος Βίος.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΗΣΑΪΟΥ Ἐπισκόπου Ροστοβίας τοῦ Θαυματουργοῦ, τοῦ Ἁγίου βασιλόπαιδος δουκὸς ΔΗΜΗΤΡΙΟΥ Μόσχας καὶ πάσης Ρωσίας τοῦ Θαυματουργοῦ καὶ ΗΣΑΪΟΥ τοῦ Θαυματουργοῦ τοῦ ἐν Σπηλαίῳ ἢ Σπηλαιώτου.
ΕΠΙΣΤΡΟΦΗ
Ὑποσημειώσεις
[1] Ὅσον δηλαδὴ ὁ Παχώμιος ἐλέπτυνε τὴν παχύτητα τῆς σαρκός, τόσον συνῆγε στέαρ, ἤτοι δύναμιν, εἰς τὴν ψυχήν του, ἔκαμε δηλαδὴ αὐτὴν δυνατήν, κατὰ τὸ ρητὸν τοῦ Παύλου τὸ λέγον· «Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι» (Βʹ Κορ. βʹ 10).