Ὀκτωβρίου ΙΘ’ (19η)

Τῇ ΙΘ’ (19ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Προφήτου ΙΩΗΛ.

Ὁ γῆς Ἰωὴλ ἐκτραγῳδήσας πάθη,
Μετῆλθεν ἐκ γῆς εἰς τόπον κρείττω πάθους.
Ἐννεακαιδεκάτῃ μόρος ἀμφεκάλυψεν Ἰωήλ.

ΣΥΝΑΞΑΡΙΟΝ

    

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΟΥΑΡΟΥ.

Ξεσμοὺς ἀπείρους καρτεροῦντος Οὐάρου,
Σατάν, πλάνης ἔξαρχος, οὐαί μοι, λέγει.

Τὸν Βίον αὐτοῦ συνέγραψεν Ἑλληνιστὶ ὁ Μεταφραστής, οὖ ἡ ἀρχή· «Μαξιμιανοῦ τοῦ τυράννου»· (σῴζεται ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις, καὶ πρὸ τούτων ἐν τῇ Λαύρᾳ). Εἰς τὴν ἁπλῆν Ἑλληνικὴν μετήνεγκεν Ἀγάπιος ὁ Κρὴς καὶ ἐξέδωκε τύποις μετ’ ἄλλων ἐν τῷ «Νέῳ Παραδείσῳ» ἐξ οὗ παραληφθεὶς καταχωρίζεται ἐνταῦθα διασκευασμένος κατὰ τὴν φράσιν.

ΣΥΝΑΞΑΡΙΟΝ

 

Οἱ ἐκ τῆς ἐρήμου ΕΞ ΟΣΙΟΜΑΡΤΥΡΕΣ, οἱ σὺν τῷ Ἁγίῳ Οὐάρῳ ἀθλήσαντες, ξίφει τελειοῦνται.

Ἀσκητικῶς ζήσαντες ἄνδρες ἓξ ἅμα,
Ἀθλητικῶς θνῄσκουσιν ἐκ ξίφους ἅμα.

  

Τῆς Ὁσίας Μητρὸς ἡμῶν ΚΛΕΟΠΑΤΡΑΣ.

Κλέος ποθοῦσα θεϊκὸν Κλεοπάτρα
Ἀξίως εὗρε τὴν πλήρωσιν τοῦ πόθου.

Βλέπε περὶ αὐτῆς ἀνωτέρω ἐν τῷ Μαρτυρίῳ τοῦ Ἁγίου Οὐάρου (σελ. 406-408). Εἰς τὴν Ὁσίαν Κλεοπάτραν πλήρη Ἀκολουθίαν τύποις ἐκδοθεῖσαν συνέταξεν ὁ Ὑμνογράφος Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἐν Περσίδι μαρτυρησάντων ΣΑΔΩΘ Ἐπισκόπου, καὶ τῶν σὺν αὐτῷ ἑκατὸν εἴκοσιν Ἁγίων ΜΑΡΤΥΡΩΝ.

Εἰς τὸν Σαδώθ·

Σαδὼθ ὁ θεῖος τὴν κάραν τμηθεὶς ξίφει,
Θεοῦ Σαβαὼθ νῦν παρίσταται θρόνῳ.

Εἰς τοὺς ἑκατὸν εἴκοσι Μάρτυρας·

Δεκὰς δεκαπλῆ Μαρτύρων συμμαρτύρων,
Καὶ δὶς δέκα θνῄσκουσι πληγέντες ξίφει.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Ὁ Ἅγιος ΛΕΟΝΤΙΟΣ ὁ φιλόσοφος ἐν εἰρήνῃ τελειοῦται.

Σὺ καὶ λογισμοὺς ζῶν νόθους ἦγξας, Πάτερ,
Καὶ συλλογισμῶν γνοὺς τέχνην ἀπηλλάγης.

  

Οἱ Ἅγιοι ΦΗΛΙΞ Πρεσβύτερος καὶ ΕΥΣΕΒΙΟΣ Διάκονος ξίφει τελειοῦνται.

Τομὴν κεφαλῶν Εὐσέβιος καὶ Φῆλιξ,
Φίλην δ’ εὐσέβειαν, ὤ! πῶς ἠγάπων.

   

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν ΙΩΑΝΝΗΣ ὁ Θαυματουργός, ὁ κατὰ τὸ ὄρος τοῦ Ρίλα ἀσκήσας καὶ τὴν ἐκεῖσε Μονὴν οἰκοδομήσας, ἐν εἰρήνῃ τελειοῦται.

Κτίτωρ Μονῆς σύ, ὦ Ἰωάννη, Ρίλας
Δειχθεὶς κατοικεῖς νῦν Μονὰς τὰς ἐν πόλῳ.

Τὸν Βίον αὐτοῦ συνέγραψε Σλαβονιστὶ Εὐθύμιος ὁ Ἀρχιεπίσκοπος Τιρνόβου τῆς Βουλγαρίας, ὁ συγγράψας καὶ τὸν Βίον τῆς Ὁσίας Παρασκευῆς τῆς Νέας (βλ. σελ. 299). Εἰς τὴν Ἑλληνικὴν μετεγλώττισε τοῦτον, ἐν περιλήψει, Σεραφεὶμ Μοναχὸς Ἁγιορείτης, κατεχωρίσθη δὲ ὑπὸ τοῦ Ὁσίου Νικοδήμου τοῦ Ἁγιορείτου εἰς τὸν Συναξαριστὴν αὐτοῦ, ἐξ οὗ καὶ παρελήφη.

ΣΥΝΑΞΑΡΙΟΝ

  

ΕΠΙΣΤΡΟΦΗ