✥ Τῇ Α’ (1ῃ) τοῦ μηνὸς Ἰουλίου μνήμη τῶν Ἁγίων καὶ θαυματουργών Ἀναργύρων ΚΟΣΜΑ καὶ ΔΑΜΙΑΝΟΥ τῶν Ρωμαίων.
Βολαῖς ἀδελφοὺς οὐ διέσπων οἱ λίθοι,
Ὡς εἰς ἓν’ ἄμφω συμπεπηγότας λίθον (τὸν Χριστόν).
Πρώτῃ Ἰουλίοιο λίθοισιν Ἀνάργυροι ἤθλουν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΠΕΤΡΟΥ τοῦ Πατρικίου, τοῦ γενομένου ἐν τοῖς Εὐάνδρου.
Δόξαν λιπὼν γῆς καὶ τὰ τῆς γῆς ἡδέα,
Θανὼν μετέσχεν οὐρανοῖ δόξης Πέτρος.
✥ Οἱ Ἅγιοι ΔΙΣΧΙΛΙΟΙ Μάρτυρες ξίφει τελειοῦνται.
Ξίφος πατάσσει χιλιανδρίας δύο
Σεπτῶν ἀθλητῶν, ὧν μακρὰν δειλανδρία.
✥ Ὁ Ἅγιος Μάρτυς ΜΑΥΡΙΚΙΟΣ, μέλιτι χρισθεὶς καὶ ὑπὸ μελισσῶν δακνόμενος, τελειοῦται.
Ὁ Μαυρίκιος γυμνὸς ἐγχρισθεὶς μέλι,
Κρίνει μελισσῶν ἡδὺ τὰς τρώσεις μέλι [1].
✥ Οἱ Ἅγιοι ΕΙΚΟΣΙΠΕΝΤΕ Μάρτυρες οἱ ἐν Νικομηδείᾳ πυρὶ τελειοῦνται.
Ἀριθμὸς ἀνδρῶν ἠνθρακωμένων κύκλος,
τὸ πεντάκις γὰρ πέντε δῆλον ὡς κύκλος [2].
✥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΒΑΣΙΛΕΙΟΥ, τοῦ συστησαμένου τὴν μονὴν τοῦ Βαθέος Ρύακος.
Ὤφθης ἀληθῶς Βασίλειος πράγματι,
ὡς βασιλεύσας τῶν παθῶν τῶν ἀλόγων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΚΩΝΣΤΑΝΤΙΝΟΥ τοῦ θαυματουργοῦ καὶ τῶν σὺν αὐτῷ.
Εἰ καὶ πατάσσει, Κωνσταντῖνε, τῷ ξίφει,
Καὶ νεκρὸς ἐχθρὸν σὺ πατάσσεις Κυρίου,
Πρώτη Ἰουλίοιο Κωνσταντῖνος τὴν κεφαλὴν ἐτμήθη.
✥ Ὁ Ὅσιος ΛΕΩΝ ὁ ἐρημίτης, γυμνὸς διάγων, ἐν εἰρήνῃ τελειοῦται.
Οὐ σαρκὶ πεισθεὶς πρὶν θανεῖν Εὔᾳ, Λέων,
Ὡς πρῶτος Ἀδὰμ γυμνὸς ὢν οὐκ ἠσχύνου.
Ὑποσημειώσεις
[1] Τὸ ἴδιον τοῦτο δίστιχον εὑρίσκεται καὶ εἰς τὸν Ἅγιον Ἱερομάρτυρα Μαυρίκιον τὸν κατὰ τὴν 27ην Δεκεμβρίου ἑορταζόμενον, ἂν δὲ ἐκεῖνος δὲν ἐπωνομάζετο Ἱερομάρτυς ἤθελέ τις εἴπει, ὅτι καὶ οἱ δύο εἶναι εἷς καὶ ὁ αὐτός.
[2] Μεταξὺ τῶν ἀριθμῶν δύο ὀνομάζονται κύκλοι ὁ πέντε καὶ ὁ ἕξ· ἐπειδὴ καθὼς ὁ κύκλος ἀρχίζει ἐκ τοῦ κέντρου καὶ τελειώνει πάλιν εἰς τὸ αὐτὸ κέντρον, τοιουτοτρόπως καὶ οἱ δύο αὐτοὶ ἀριθμοί, ἐφ’ ἑαυτοὺς πολλαπλασιαζόμενοι, ἐκ τοῦ αὐτοῦ ἀριθμοῦ ἀρχίζουν καὶ εἰς τὸν αὐτὸν πάλιν τελειώνουν, τόσον εἰς τὰς δεκάδας ὅσον καὶ εἰς τὰς ἑκατοντάδας καὶ χιλιάδας καὶ ἑκατομμύρια. Βλέπε δὲ πῶς τοῦτο εἶναι ἀληθές. Λέγομεν δηλαδὴ πέντε ἐπὶ πέντε εἰκοσιπέντε, καὶ πάλιν πέντε ἐπὶ εἰκοσιπέντε ἑκατὸν εἰκοσιπέντε, πέντε δὲ ἐπὶ ἑκατὸν εἴκοσι πέντε γίνονται ἑξακόσιοι εἰκοσιπέντε, καὶ οὕτω καθεξῆς· ὁμοίως καὶ ὁ ἕξ προβαίνει οὕτω, διότι ἓξ ἐπὶ ἓξ τριακονταέξ, ἕξ ἐπὶ τριακονταὲξ διακόσια δεκαὲξ καὶ οὕτω καθεξῆς.