✥ Τῇ Γ’ (3ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΑΝΘΙΜΟΥ Ἐπισκόπου Νικομηδείας.
Τμηθεὶς κεφαλήν, Μάρτυς Ἄνθιμε, ξίφει,
Καὶ νεκρὸς ἀνθεῖς εἰς δόξαν Θεοῦ τρίχας.
Ἄνθιμον ἐν τριτάτῃ ἀπέκτεινε ξίφος ὀξύ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΘΕΟΚΤΙΣΤΟΥ, συνασκητοῦ τοῦ Μεγάλου Εὐθυμίου.
Εἰδὼς σὸν εἶναι τὸν Θεὸν Κτίστην Πάτερ,
Αὐτὸν πρὸ πάντων ἐξελέξω κτισμάτων.
✥ Ὁ Ἅγιος Μάρτυς ΖΗΝΩΝ ἐν λέβητι μεστῷ μολύβδου κοχλάζοντος βληθεὶς τελειοῦται.
Ζήνων ὁ θεῖος τῷ Θεῷ πόθῳ ζέων,
Χαίρων ὑπῆλθε τοῦ μολύβδου τὸ ζέον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ἁγία ΒΑΣΙΛΙΣΣΑ, θηρίοις δοθεῖσα καὶ μηδὲν βλαβεῖσα, ἐν εἰρήνῃ τελειοῦται.
Ὀφθεῖσα Βασίλισσα φρικτὴ θηρίοις,
Φρικτῷ παρέστη Παμβασιλέως θρόνῳ.
✥ Ὁ Ἅγιος Μάρτυς ΧΑΡΙΤΩΝ ἐν λάκκῳ ἀσβέστου βληθεὶς τελειοῦται.
Εἰσδὺς Χαρίτων εἰς τὸν ἀσβέστου βόθρον,
Ἄσβεστον εὗρε φῶς ἀκηράτου τόπου.
✥ Ὁ Ἅγιος Μάρτυς ΑΡΧΟΝΤΙΩΝ λιμῷ τελειοῦται.
Ἀρχοντίων λίμωττε κἀντεῦθεν τρέχε
Ἄρχοντα κόσμου, λαμίαν [1] νοουμένην.
✥ Μνήμη τοῦ ἐν Ἁγίοις Βασιλέως ΚΩΝΣΤΑΝΤΙΝΟΥ τοῦ Νέου ἐν τοῖς Ἁγίοις Ἀποστόλοις.
Χριστὸς Βασιλεὺς εὐσεβῆ Κωνσταντῖνον
Ἐν οὐρανοῖς ἔστεψε κοσμίῳ στέφει.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἱερομάρτυς ΑΡΙΣΤΙΩΝ Ἐπίσκοπος Ἀλεξανδρείας πυρὶ τελειοῦται.
Ὡς εἰς ἄριστον τὴν πυρὰν σπεύδων τρέχεις,
Ἄριστε Χριστοῦ Μαρτύρων Ἀριστίων.
ΑΡΙΣΤΙΩΝ ὁ Ἅγιος Ἱερομάρτυς ἦτο Ἐπίσκοπος τῆς Ἀλεξανδρείας· ἐπειδὴ δὲ ἐδίδασκε παρρησίᾳ τὸν λόγον τοῦ Εὐαγγελίου, ἐζωγρήθη ἀπὸ τὸν ἄρχοντα τῆς Ἀλεξανδρείας καὶ ὁμολογήσας ἔμπροσθεν αὐτοῦ, ὅτι ὁ Χριστὸς εἶναι Θεὸς ἀληθινός, ἐρρίφθη μέσα εἰς πυρκαϊὰν καὶ ἐδέχθη οὕτω τὸ ποθεινὸν καὶ μακάριον τέλος τοῦ Μαρτυρίου, καὶ τώρα χαίρει αἰώνιον χαράν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἁγιος Νεομάρτυς ΠΟΛΥΔΩΡΟΣ, ὁ ἐν τῇ Νέᾳ Ἐφέσῳ μαρτυρήσας ἐν ἔτει 1794, ἀγχόνῃ τελειοῦται.
Δῶρον Θεός σε καὶ πολύ τε καὶ νέον
Δέδωκεν ἡμῖν, Πολύδωρε τρισμάκαρ·
Βῆ δὲ τρίτῃ Πολύδωρος εἰς οὐρανὸν ἀστερόεντα.
Ὑποσημειώσεις
[1] Λαμία εἶναι θηρίον ἁρπακτικώτατον, τὸ ὁποῖον ἔχει μεγάλον λαιμόν· ὅθεν ἐκ τοῦ λαιμοῦ λέγεται Λαμία καὶ Λάμια, μὲ τὸ θηρίον δὲ αὐτὸ παρομοιάζεται ἐδῶ ὁ τοῦ κόσμου ἄρχων διάβολος.