✥ Τῇ Κ’ (20ῇ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος ΕΥΣΤΑΘΙΟΥ καὶ τῆς συνοδείας αὑτοῦ, ΘΕΟΠΙΣΤΗΣ τῆς αὑτοῦ συζύγου, ΑΓΑΠΙΟΥ τε καὶ ΘΕΟΠΙΣΤΟΥ τῶν υἱῶν αὐτῶν.
Εὐστάθιον βοῦς παγγενῆ χαλκοῦς φλέγει,
Καὶ παγγενῆ σὺ τοῦ Θεοῦ σῴζεις, Λόγε.
Εἰκάδι Εὐστάθιος γενεῇ ἅμα ἐν βοῒ καύθη.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν καὶ Ὁμολογητῶν ΥΠΑΤΙΟΥ Ἐπισκόπου καὶ ΑΝΔΡΕΟΥ Πρεσβυτέρου.
Ὑπὲρ πανάγνων Ὑπάτιον εἰκόνων
Σὺν Ἀνδρέᾳ σφάττουσιν ἄνδρες αἱμάτων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Ὁμολογητῶν ΜΑΡΤΙΝΟΥ Πάπα Ρώμης καὶ ΜΑΞΙΜΟΥ τοῦ σοφωτάτου.
Πολλὰ θλιβέντες Μάξιμος καὶ Μαρτῖνος,
Πολλῶν ἐπαίνων ἀξιούσθων οἱ δύο.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Ὁμολογητῶν ΑΝΑΣΤΑΣΙΩΝ δύο μαθητῶν τοῦ Ἁγίου Μαξίμου.
Ἀναστάσιοι ταὐτὰ τῷ διδασκάλῳ
Χαίροντες ὑπέστησαν εὐσεβοφρόνως.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Ὁμολογητῶν ΘΕΟΔΩΡΟΥ καὶ ΕΥΠΡΕΠΙΟΥ, μαθητῶν τοῦ αὐτοῦ Ἁγίου Μαξίμου.
Σὺν Εὐπρεπίῳ καὶ Θεόδωρος μέγας
Εἵλοντο ποινὰς Ὀρθοδοξίας χάριν.
✥ Μνήμη τῶν Ἁγίων Μαρτύρων ΑΡΤΕΜΙΔΩΡΟΥ καὶ ΘΑΛΟΥ.
Ἀρτεμίδωρον καὶ Θαλὸν κτείνει ξίφος,
Μὴ προσκυνοῦντας Ἄρτεμιν ξενοκτόνον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν ΜΕΛΕΤΙΟΣ ὁ Ἐπίσκοπος Κύπρου ἐν εἰρήνῃ τελειοῦται.
Ζωῆς ρεούσης οὐ μέλει Μελετίῳ
Ὅθεν τελευτᾶν πως, ἂν εἴποις, ἠγάπα.
ΜΕΛΕΤΙΟΣ ὁ Ὅσιος καὶ μακάριος Πατὴρ ἡμῶν γέγονεν Ἐπίσκοπος τῆς Ἐκκλησίας Κύπρου, εὐλαβὴς ὢν καὶ φοβούμενος τὸν Θεόν, εἶχε δὲ ἔργον ἀκατάπαυστον ὁ ἀοίδιμος τὸ νὰ διδάσκῃ τὸν λαὸν τὰ θεῖα τοῦ Χριστοῦ λόγια, καὶ τὸ νὰ διαμοιράζῃ εἰς τοὺς πτωχοὺς τὰ ὑπάρχοντά του· οὕτω λοιπὸν ποιῶν εἰς ὅλην του τὴν ζωήν, ἐν εἰρήνῃ ἀνεπαύσατο.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ὁσιομάρτυς ΙΩΑΝΝΗΣ ὁ Αἰγύπτιος καὶ οἱ σὺν αὐτῷ τεσσαράκοντα ΜΑΡΤΥΡΕΣ ξίφει τελειοῦνται.
Ὁ Ἰωάννης σὺν δεκαπλῇ τετράδι
Στερρῶς ὑπῆλθε τὴν τομὴν τὴν ἐκ ξίφους.
ΙΩΑΝΝΗΣ ὁ Ἅγιος Μάρτυς ἦτο μέγας Αἰγύπτιος ὁμολογητής· ἐπειδὴ δὲ ὁ παράνομος καὶ ἀσεβὴς Μαξιμιανὸς δὲν ἠδύνατο νὰ ὑπομείνῃ τὴν διὰ Χριστὸν παρρησίαν αὐτοῦ, ἐπρόσταξε νὰ θανατώσουν αὐτὸν διὰ ξίφους ὁμοῦ μὲ ἄλλους τεσσαράκοντα ἐν ἔτει σϟε’ (295). Καὶ οὕτως ἔλαβον οἱ μακάριοι τοὺς στεφάνους τοῦ Μαρτυρίου.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν ΙΩΑΝΝΟΥ τοῦ ἐν τῇ νήσῳ τῶν Κρητῶν διαλάμψαντος.
Χάριτος φωτὶ αὐγασθείς, Ἰωάννη,
Αἴγλην ἀγαθῶν ἐν Κρήτῃ διαυγάζεις.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νέος Ὁσιομάρτυς ΙΛΑΡΙΩΝ ὁ Κρὴς ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει ἀπὸ Χριστοῦ ͵αωδ’ (1804) ξίφει τελειοῦται.
Ὁ Ἱλαρίων διττὸν εἴληφε στέφος
Ὅσιος οἷα καὶ Ἀθλητὴς Κυρίου.