Ἰουνίου ΚΗ’ (28η)

Τῇ ΚΗ’ (28ῃ) τοῦ αὐτοῦ μηνὸς ἡ εὕρεσις τῶν τιμίων λειψάνων τῶν Ἁγίων Μαρτύρων Ἀναργύρων ΚΥΡΟΥ καὶ ΙΩΑΝΝΟΥ.

Ὀστᾶ φανέντα Μαρτύρων Ἀναργύρων,
Βλύζουσι κρουνοὺς θαυμάτων ἀναργύρως.
Εἰκάδι ὀγδοάτῃ Κῦρος φάνη ἠδ’ ὁμόαθλος.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΠΑΠΠΙΟΥ.

Τὸν Παππίαν δὲ πῶς παρέλθω τῷ λόγῳ
Μάρτυρα ὄντα ἀνδρικὸν τοῦ Κυρίου;

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ δικαίου καὶ μακαρίου ΣΕΡΓΙΟΥ τοῦ Μαγίστρου, τοῦ συστησαμένου τὴν Μονὴν τῆς Ὑπεραγίας Θεοτόκου, τὴν ἐν τῷ κόλπῳ Νικομηδείας, τὴν λεγομένην τοῦ Νικητιάτου.

Ὁ Σέργιος, μάγιστρος ὢν πρὶν ἐν βίῳ
Θεοῦ μάγιστρος νῦν δέδεικται ἐν Πόλῳ.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ἅγιος Μάρτυς ΜΑΚΕΔΟΝΙΟΣ, τοὺς δακτύλους τῶν χειρῶν καὶ τῶν ποδῶν ἐκκοπείς, τελειοῦται.

Μακεδονίου Μάρτυρος τοὺς δακτύλους
Τέμνουσιν ἀνδρῶν δάκτυλοι μιαιφόνοι.

 

Ὁ Ὅσιος ΟΥΛΚΙΑΝΟΣ ἐν εἰρήνῃ τελειοῦται.

Εἴσελθε χαίρων, Οὐλκιανὲ παμμάκαρ,
Τὴν οὐρανῶν ἤνοιξε Χριστός σοι πύλην.

 

Ὁ Ἅγιος ΠΑΥΛΟΣ ὁ ἰατρὸς ἐν εἰρήνῃ τελειοῦται.

Ἔπαυε Παῦλος πρὶν τομῇ, καύσει χρίσει
Πάθη, τανῦν δὲ ταῦτα πρεσβείᾳ λύει.

 

✥ Οἱ Ἅγιοι ΔΥΟ ΠΑΙΔΕΣ σταυρωθέντες τελειοῦνται.

Ἐν τοῖς χρόνου πίναξι καὶ Παῖδας δύω
Σταυρουμένους γράφουσι παῖδες ζωγράφων.

 

Ὁ Ὅσιος ΜΩΫΣΗΣ ὁ Ἀναχωρητὴς ἐν εἰρήνῃ τελειοῦται.

Τῶν ἀρετῶν ἀνῆλθε Μωϋσῆς εἰς ὄρος,
Κἀκεῖ τέθνῃκεν ὡς ὁ Μωσῆς εἰς ὄρος.

Ὁ Μωϋσῆς οὗτος ἄλλος εἶναι ἀπὸ τὸν Αἰθίοπα, καθότι ἐκεῖνος ἑορτάζεται κατὰ τὴν εἰκοστὴν ὀγδόην τοῦ Αὐγούστου καὶ ἴσως οὗτος εἶναι ὁ Πνευματοφόρος ἐκεῖνος Μωϋσῆς, ὅστις εἶπεν εἰς τὸν Κασσιανὸν καὶ Ἅγιον Γερμανὸν τὴν θαυμαστὴν ἐκείνην διδασκαλίαν περὶ διακρίσεως, ἥτις ἀναφέρεται ἐν τῷ Εὐεργετινῷ (ἡμετέρα ἔκδοσις, Τόμος Γʹ, Ὑπόθεσις ΛΑʹ).

 

Ὁ Ἅγιος ΔΟΝΑΓΟΣ Ἐπίσκοπος Λιβύης πυρὶ τελειοῦται.

Στέξον τὸ πῦρ, Δόναγε, τῆς γὰρ σῆς κάρας,
Ὥς φησι Χριστός, οὐκ ὀλεῖται θρὶξ ὅλως.

 

Οἱ Ἅγιοι ΕΒΔΟΜΗΚΟΝΤΑ Μάρτυρες οἱ ἐν Σκυθοπόλει ξίφει τελειοῦνται.

Εἶχες μαθητὰς ἑπτάκις, Σῶτερ, δέκα
Ἔχεις ἀθλητὰς καὶ τοσούτους ἐκ ξίφους.

 

Οἱ Ἅγιοι ΤΡΕΙΣ Μάρτυρες οἱ ἐκ Γαλατίας ξίφει τελειοῦνται.

Τρεῖς ἄνδρες ἡμεῖς, ἀλλὰ συμπνοίας λόγῳ
Ὡς εἷς ἰδοὺ χωροῦμεν οἱ τρεῖς πρὸς ξίφος.

 

Ὁ Ὅσιος ΜΑΓΝΟΣ προσευχόμενος ἐν εἰρήνῃ τελειοῦται.

Ἐν τῇ προσευχῇ θεῖος ἐκπνεύσας Μάγνος,
Ὑπῆρξε δῆλος λῆξιν αἰτήσας βίου.

 

Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν ΣΕΡΓΙΟΥ καὶ ΓΕΡΜΑΝΟΥ ἐν Βαλάμῃ τῶν θαυματουργῶν Ρώσων.

   

ΕΠΙΣΤΡΟΦΗ