✥ Τῇ Ζ’ (7ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΣΕΡΓΙΟΥ καὶ ΒΑΚΧΟΥ.
Χαλκᾶ σὰ νεῦρα, Βάκχε, πρὸς νεύρων βίαν,
Καὶ πρὸς ξίφος, Σέργιε, πῦρ σὴ καρδία.
Σέργιον ἑβδομάτῃ ξίφος ἔκτανε, νεῦρα δὲ Βάκχον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΙΟΥΛΙΑΝΟΥ Πρεσβυτέρου καὶ ΚΑΙΣΑΡΙΟΥ Διακόνου.
Σάκκῳ δοθεῖσι καὶ βυθῷ Θεὸς Λόγος,
Διττοῖς ἀθληταῖς σάκκον εἰς χαρὰν στρέφει.
✥ Ὁ Ἅγιος ΛΕΟΝΤΙΟΣ ὁ Ὑπατικός, Χριστῷ πιστεύσας καὶ ἐπευξάμενος, ἐν εἰρήνῃ τελειοῦται.
Λιπὼν ὁ Λεόντιος ἀρχὴν τὴν κάτω,
Εἰρηνικῶς ἐφεῦρε τιμὴν τὴν ἄνω.
✥ Οἱ Ἅγιοι Μάρτυρες ΕΥΣΕΒΙΟΣ Πρεσβύτερος καὶ ΦΗΛΙΞ ξίφει τελειοῦνται.
Εὐσέβιος, Φῆλιξ τε Μαρτύρων χάριν,
Διὰ ξίφους εὕραντο Μαρτύρων χάριν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΠΟΛΥΧΡΟΝΙΟΥ.
Κτείνουσι πολλὰ Πολυχρόνιον ξίφη
Πρὸς τὰ ξίφη δέ, λήψεται καὶ τὰ στέφη.
✥ Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ὅσιοι ΕΝΕΝΗΚΟΝΤΑ ΕΝΝΕΑ Πατέρες, οἱ ἐν τῇ νήσῳ Κρήτῃ ἀσκήσαντες, ἐν εἰρήνῃ τελειοῦνται, ὧν ἐπισημότερός ἐστιν ὁ θεῖος ΙΩΑΝΝΗΣ ὁ κατ’ ἐξοχὴν Ἐρημίτης καλούμενος.
Τὶς ἡ κοσμοφανὴς παρεμβολὴ αὓτη;
Τῶν ἐν τῇ Κρήτῃ Ὁσίων· ὤ τῆς δόξης!
Εἰς τὸν Ὅσιον Ἰωάννην·
Ἐρημικῶς βιώσας, ὦ Ἰωάννη,
Ἐρημικοὺς ἄνθρακας παθῶν σβεννύεις.
✥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΣΕΡΓΙΟΥ τοῦ ἐν τῷ σπηλαίῳ Ρώσου.