✥ Τῇ Ϛ’ (6ῃ) τοῦ αὐτοῦ μηνὸς τὰ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Τοὺς Οὐρανοὺς Βάπτισμα τοῦ Χριστοῦ σχίσαν,
Τοὺς αὐτὸ μὴ χραίνοντας ἔνδον εἰσάγει.
Βάπτισεν ἐν ποταμῷ Χριστὸν Πρόδρομος κατὰ ἕκτην.
Εἰς τὰ Ἅγια Θεοφάνεια λόγους ἔχουσι πολλοί, ἐξ ὧν Γρηγόριος ὁ Θεολόγος, οὗ ἡ ἀρχή· «Πάλιν Ἰησοῦς ὁ ἐμός». Ὁ θεῖος Ἐπιφάνιος (λόγος εἰς τὴν Ἀνάληψιν), πρώτην μὲν ἑορτὴν ἀριθμεῖ τὴν Χριστοῦ Γέννησιν, δευτέραν δὲ τὴν τῶν Θεοφανείων ταύτην (βλέπε καὶ εἰς τὴν ὑποσημείωσιν τὴν εἰς τὸ Συναξάριον τῆς Χριστοῦ Γεννήσεως ἡμέτερος «Μέγας Συναξαριστὴς τῆς Ὀρθοδόξου Ἐκκλησίας», Τόμ. ΙΒ’). Ὁ δὲ Νύσσης Γρηγύριος λόγον ἔχει εἰς τὸ «οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός», οὗ ἡ ἀρχή· «Ὁ μὲν φιλόστοργος οὗτος Πατήρ». Ἕτερον ὁ αὐτός, οὗ ἡ ἀρχή· «Νῦν γνωρίζω τὴν ἐμὴν ἀγέλην». Ὁ Χρυσόστομος, οὗ ἡ ἀρχή· «Πάντες ἡμεῖς ἐν εὐθυμίᾳ». Γρηγόριος ὁ Νεοκαισαρείας, οὗ ἡ ἀρχή· «Ἄνδρες φιλόχρηστοι καὶ φιλόξενοι». Σωφρόνιος ὁ Ἱεροσολύμων, οὗ ἡ ἀρχή· «Πάλιν φῶς προερχόμενον». Γρηγόριος ὁ Παλαμᾶς, οὗ ἡ ἀρχή· «Μετάνοια καὶ ἀρχὴ ἐστι καὶ μεσότης». Καὶ ὁ αὐτὸς ἕτερον εἰς τὴν αὐτήν, οὗ ἡ ἀρχή· «Χθὲς συνεκκλησιάζων καὶ συνεορτάζων» (σῴζονται πάντες ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν τῇ τοῦ Βατοπαιδίου, ἐν τῇ τῶν Ἰβήρων, ἐν τῷ Κοινοβίῳ τοῦ Διονυσίου καὶ ἐν τοῖς ἐκδεδομένοις). Ἀλλὰ καὶ ὁ Πρόκλος καὶ ὁ Ἱππόλυτος ἐγκώμια ἔχουσιν εἰς αὐτὴν (ἐν τῇ ἱερᾷ τελετουργίᾳ). Λόγους δὲ ἁπλοϊκοὺς ἔχουσιν Δαμασκηνὸς ὁ Στουδίτης, οὗ ἡ ἀρχή· «Ὁ Παντοκράτωρ Θεὸς καὶ πολυέλαιος», ὃν καὶ καταχωρίζομεν ἐνταῦθα ἐν σελίδι 160, ὁ Προκόπιος, ὁ Χρύσανθος, ὁ Μακάριος ὁ Κωφός, καθὼς καὶ ἡ Εὐαγγελικὴ Σάλπιγξ, ἡ Σαγήνη καὶ οἱ Μαργαρίται.
✥ Ὁ Ἅγιος Νέος Ἱερομάρτυς ΡΩΜΑΝΟΣ Ἱερομόναχος ὁ Λακεδαίμων, ἐκ κώμης Διμινίτζης, μαρτυρήσας ἐν Βυζαντίῳ κατὰ τὸ ͵αχϟε’ (1695) ἔτος, ξίφει τελειοῦται.
Ἐκ γῆς ἀπάρας Ρωμανὸς διὰ ξίφους,
Ἐκεῖ κατοικεῖ ἔνθα δῆμοι Μαρτύρων.