✥ Τῇ Ϛ’ (6ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἀποστόλου ΘΩΜΑ.
Ὁ χεῖρα πλευρᾷ σῇ βαλεῖν ζητῶν πάλαι,
Πλευρὰς ὑπὲρ σοῦ νύττεται Θωμᾶς, Λόγε.
Δούρασιν οὐτάσθη Θωμᾶς μακροῖσιν ἐν ἕκτῃ.
Θωμᾶς ἑρμηνεύεται Ἑλληνιστὶ Δίδυμος. Ἐν τῇ Μεγίστῃ Λαύρᾳ σῴζεται τὸ Ἑλληνικὸν χειρόγραφον τὸ περιέχον τὰς ἐν Ἰνδίᾳ πράξεις τοῦ Ἁγίου τούτου Ἀποστόλου Θωμᾶ ἤτοι ὁ Ἑλληνικὸς Βίος αὐτοῦ οὗ ἡ ἀρχή· «Κατ’ ἐκεῖνον τὸν καιρὸν ἦσαν…». Περιληπτικῶς ὅ τε Βίος καὶ αἱ ἐν Ἰνδίαις πράξεις αὐτοῦ γράφονται καὶ ἐν τοῖς Μηναίοις. Εἰς τὴν ἁπλῆν Ἑλληνικὴν μετήνεγκε τοῦτον Ἀγάπιος ὁ Κρὴς καὶ ἐξέδωκε τύποις συμπεριλαβὼν αὐτὸν εἰς τὸν «Νέον Παράδεισον», ἐξ οὗ παραληφθεὶς παρατίθεται ἐνταῦθα διασκευασμένος κατὰ τὴν φράσιν. Εἰς τὸν Ἅγιον τοῦτον Ἀπόστολον Θωμᾶν ἐγκώμια ἔπλεξαν ὁ θεῖος Χρυσόστομος δύο, ὧν τοῦ μὲν πρώτου ἦ ἀρχή· «Τῷ μὲν νόμῳ τῆς Ἐκκλησίας πειθόμενος ἡψάμην, ὡς οἱόν τε, τοῦ βήματος», τοῦ δὲ δευτέρου· «Εὐλογητὸς ὁ Θεός. Ἥκω τὸ χρέος ἀποδώσων ὑμῖν» εὑρισκόμενα ἀμφότερα ἐν τῷ Εʹ τόμῳ τῆς ἐν Ἐτόνῃ ἐκδόσεως καὶ ἐν τῇ Patrologia Graeca τοῦ ἀββᾶ Migne τόμ. 59, στ. 497 καὶ 681. Ὁμοίως ἐγκώμιον ἔχει Εὐθύμιος ὁ Ζυγαδινός, οὗ ἡ ἀρχή· «Ἡ πηγὴ τῆς Σοφίας»· καὶ Νικήτας ὁ ρήτωρ, οὗ ἡ ἀρχή· «Ἐπαινετὸς ὁ ὑπὲρ τῶν Ἁγίων πόθος» (σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν τῇ τοῦ Βατοπαιδίου, τοῦ Διονυσίου καὶ τῶν Ἰβήρων). Ἀλλὰ καὶ ὁ Μεταφραστὴς Συμεὼν ὑπόμνημα ἔχει εἰς αὐτὸν οὗ ἡ ἀρχή· «Πάλαι μὲν τὰς κατὰ γῆν διατριβὰς» (σῴζεται ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις, καὶ πρὸ τούτων ἐν τῇ Μεγίστῃ Λαύρᾳ). Συμπλήρωσιν τῆς Ἀκολουθίας τοῦ Ἁγίου Ἀποστόλου Θωμᾶ ἐποιήσατο ὁ Ὑμνογράφος Πατὴρ Γεράσιμος Μικραγιαννανίτης, προσθέσας καὶ βʹ Κανόνα. Ἡ τῶν λειψάνων τοῦ Ἁγίου Ἀποστόλου Θωμᾶ κατάθεσις ἑορτάζεται κατὰ τὴν εἰκοστὴν Ἰουνίου (βλ. ἐν τόμῳ Ϛʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»).
✥ Ἡ Ἁγία Μάρτυς ΕΡΩΤΗΪΣ πυρὶ τελειοῦται.
Ἐρωτηΐδα πυρπολοῦσι παρθένον,
Ἔρωτι Χριστοῦ τὴν προπυρπολουμένην.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν ΚΕΝΔΕΑΣ ὁ ἐν τῇ νήσῳ Κύπρῳ ἀσκήσας ἐν εἰρήνῃ τελειοῦται.
Γῆν τὴν πάτριον Κενδέας καταλείψας
πατρίδα τὴν ἄνω εὗρε τελευτήσας.
Τὸ ἐνταῦθα παρατιθέμενον Συναξάριον τοῦ Ὁσίου Κενδέα ἐλήφθη ἐκ τῆς ἰδιαιτέρας αὐτοῦ φυλλάδας τῆς ἐκδοθείσης ἐν Λευκωσίᾳ Κύπρου ὑπὸ Π. Δ. Μοναχοῦ τῆς Ἱερᾶς Μονῆς Ἁγίου Κενδέα ἐν ἔτει 1946. Ἀκολουθίαν εἰς τὸν Ὅσιον Κενδέαν συνέθεσε καὶ ἐξέδωκε τὸ πρῶτον εἰς τύπον ὁ Ἀρχιεπίσκοπος Κύπρου Φιλόθεος (1734-1759), ἐπανεξεδόθη δὲ αὕτη τὸ δεύτερον ἐν Λευκωσίᾳ Κύπρου ἐν ἔτει 1946 ὑπὸ Π. Δ. Μοναχοῦ ὡς ἀνωτέρω ἀναφέρεται.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος νέος Ὁσιομάρτυς ΜΑΚΑΡΙΟΣ, ὁ ἐκ Κίου μὲν τῆς Βιθυνίας καταγόμενος, ἐν Προύσῃ δὲ μαρτυρήσας κατὰ τὸ ἔτος ᾳφϟ’ (1590), λιθοβοληθεὶς πρότερον, ὕστερον ξίφει τελειοῦται.
Μακάριος πρὶν ὢν κατὰ κλῆσιν μάκαρ,
Νῦν κατὰ πεῖραν ἀνεδείχθης ἐκ ξίφους.
Τὸ Μαρτύριον αὐτοῦ ἐλήφθη ἐκ τοῦ «Νέου Λειμωναρίου», καταχωρίζεται δὲ ἐνταῦθα διασκευασμένον κατὰ τὴν φράσιν. Τὴν Ἀκολουθίαν τούτου τοῦ Ἁγίου συνέθεσεν ὁ Μελέτιος Συρίγος.