Αὐγούστου ΙΒ’ (12η)

Τῇ ΙΒ’ (12ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΦΩΤΙΟΥ καὶ ΑΝΙΚΗΤΟΥ.

Πῦρ Ἀνίκητον συμφλέγει τῷ Φωτίῳ
Οὓς φωτὸς οἶκος ὡς ἀνικήτους φέρει.
Πῦρ κατὰ δωδεκάτην κτάνε Φώτιον ἠδ’ Ἀνίκητον.

Τὸ Ἑλληνικὸν αὐτῶν Μαρτύριον εὑρίσκεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, οὗ ἡ ἀρχή· «Διοκλητιανοῦ τοῦ δυσσεβοῦς βασιλεύοντος».

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ὅσιος ΠΑΛΑΜΩΝ ἐν εἰρήνῃ τελειοῦται.

Ψυχήν, Παλάμων, παλάμαις Θεοῦ δίδως,
Ἄληπτος ὀφθεὶς παλάμαις ψυχοφθόρου.

Ὁ Ὅσιος Παλάμων οὗτος ἦτο γέρων καὶ διδάσκαλος σοφὸς καὶ πρακτικὸς τοῦ μεγάλου Παχωμίου, βλέπε δὲ περὶ αὐτοῦ εἰς τὸν κατὰ πλάτος Βίον τοῦ Ὁσίου Παχωμίου ἑορταζομένου κατὰ τὴν δεκάτην πέμπτην τοῦ Μαΐου (βλέπε ἐν τόμῳ Εʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»).

 

Οἱ Ἅγιοι Δώδεκα ΜΑΡΤΥΡΕΣ οἱ ἀπὸ στρατιωτῶν, οἱ ἐκ Κρήτης ὁρμώμενοι, ξίφει τελειοῦνται.

Ἀριθμὸς ἀθλεῖ Μαρτύρων διὰ ξίφους,
Χριστοῦ μαθηταῖς ἰσάριθμος ἐγκρίτοις 
[1].

 

Ὁ Ὅσιος ΚΑΣΤΩΡ ἐν εἰρήνῃ τελειοῦται.

Θεία θρυαλλὶς σβέννυται Κάστωρ μέγας,
Λείψαντος εἰς φῶς ὡς ἐλαίου τοῦ βίου.

 

Οἱ Ἅγιοι Μάρτυρες ΠΑΜΦΙΛΟΣ καὶ ΚΑΠΙΤΩΝ ξίφει τελειοῦνται.

Οἱ κείμενοι γῇ καὶ λύθρῳ πεφυρμένοι,
Ξίφος μετῆλθον Πάμφιλος καὶ Καπίτων.

 

Οἱ Ὅσιοι ΣΕΡΓΙΟΣ καὶ ΣΤΕΦΑΝΟΣ ἐν εἰρήνῃ τελειοῦνται.

Ἴσων ἱδρώτων Σεργίῳ καὶ Στεφάνῳ
Ἴσοι στέφανοι καὶ γὰρ οὕτω τὸ πρέπον.

  

ΕΠΙΣΤΡΟΦΗ

  

Ὑποσημειώσεις

[1] Παρ’ ἄλλοις ἀντὶ ἐγκρίτοις γράφεται ἐκ Κρήτης.