✥ Τῇ ΙΘ’ (19ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Προφήτου ΑΒΔΙΟΥ.
Ἔφησεν ἄν τι μέλλον Ἀβδιοὺ πάλιν,
Εἰ μὴ τελευτὴν εἶχεν αἰδεῖσθαι τάχα,
Ἐννεακαιδεκάτῃ βίον Ἀβδιοὺ ἐξεπέρησεν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΒΑΡΛΑΑΜ.
Σὺν λιβανωτῷ Βαρλαὰμ τὸ πῦρ φέρων,
Εὔοσμον ὤφθης λιβανωτὸν Κυρίῳ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΑΖΗ τοῦ θαυματουργοῦ.
Διψητική τις ὡς ἔλαφος εἰς ὕδωρ,
Ἄζης ὁ Μάρτυς ἔτρεχε πρὸς τὸ ξίφος.
✥ Οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα ΜΑΡΤΥΡΕΣ στρατιῶται, οἱ διὰ τοῦ Ἀγίου Ἄζη πιστεύσαντες τῷ Χριστῷ ξίφει τελειοῦνται.
Τετμημένας τρεῖς, Χριστέ, πεντηκοντάδας,
Τριττῇ στεφῶν γέραιρε πεντηκοντάδι.
✥ Αἱ Ἅγιαι, ἥ τε ΓΥΝΗ καὶ ΘΥΓΑΤΗΡ τοῦ ἐπάρχου, ξίφει τελειοῦνται.
Λιποῦσα γυνὴ Ἀκυλῖνον θυγάτηρ,
Τὸν Χριστὸν εὗρον νυμφίον διὰ ξίφους.
✥ Οἱ Ἅγιοι δώδεκα ΜΑΡΤΥΡΕΣ στρατιῶται ξίφει τελειοῦνται.
Στρατεύομαί σοι σήμερον διὰ ξίφους,
Τῷ Παμβασιλεῖ δωδεκὰς στρατοῦ λέγει.
✥ Ὁ Ἅγιος Μάρτυς ΑΓΑΠΙΟΣ θηρίοις σπαραχθεὶς τελειοῦται.
Κἂν ἐσπαράχθην Ἀγάπιος θηρίοις,
Τὴν πίστιν ἀσάλευτός εἰμί σοι, Λόγε.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΗΛΙΟΔΩΡΟΥ τοῦ ἐν Μαγιδῷ τῆς Παμφυλίας.
Ἡλιόδωρος Χριστὸν Ἥλιον βλέπων,
Ἀνώτερος πέφηνε βασάνων σκότους.
✥ Μνήμη τῶν Ἁγίων Μαρτύρων ΑΝΘΙΜΟΥ, ΘΑΛΛΕΛΑΙΟΥ, ΧΡΙΣΤΟΦΟΡΟΥ, ΕΥΦΗΜΙΑΣ καὶ τῶν τέκνων αὐτῶν καὶ τοῦ Ἁγίου ΠΑΓΧΑΡΙΟΥ.
Δέχου Ἀθλητὰς πέντε, Χριστέ, καὶ δίδου
Πέντε στεφάνους, ὡς ἔπαθλα τοῖς ἄθλοις.
✥ Τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΒΑΡΛΑΑΜ Ἡγουμένου τοῦ Σπηλαίου Ρώσου.