✥ Τῇ Ι’ (10ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΑΛΕΞΑΝΔΡΟΥ καὶ ΑΝΤΩΝΙΝΗΣ.
Εὕρατο Ἀλέξανδρος ἅμ’ Ἀντωνίνη
Τὸν βόθρον ἀκάτιον εἰς τρυφὴν φέρον.
Τλῆ δεκάτῃ μόρον Ἀντωνῖνα ἐμπυρόπισσον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου ΝΕΑΝΙΣΚΟΥ καὶ σοφωτάτου Μάρτυρος.
Κακοῦ ἀγαθὸν ἀντιδούς, στεφηφόρε,
Σοφώτατος δέδειξαι ἐκ τῶν πράγματων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἱερομάρτυς ΤΙΜΟΘΕΟΣ Ἐπίσκοπος Προύσης ξίφει τελειοῦται.
Ὁ Τιμόθεος ἐκ ξίφους θνῄσκειν θέλει,
θεοὺς ἀτίμους μηδαμῶς τιμᾷν θέλων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος πατὴρ ἡμῶν ΚΑΝΙΔΗΣ ἐν εἰρήνῃ τελειοῦται.
Γῆν καὶ τὰ ἐν γῇ ἐκλιπὼν ὁ Κανίδης,
Ἄφθαρτον εὗρεν ἀντιμισθίαν ἄνω.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ὁσίων καὶ Μακαρίων ΘΕΟΦΑΝΟΥΣ καὶ ΠΑΝΣΕΜΝΗΣ.
Εἰς τὸν Θεοφάνην·
Ὁ Θεοφάνης ἐτρυγήθης ἐκ βίου,
Θεῷ φανεὶς πέπειρος, ὡς εἰπεῖν, βότρυς.
Εἰς τὴν Πανσέμνην·
Εἰ καὶ θανούσης ἐκλαθοίμην Πανσέμνης,
Καὶ Χριστὸς αὐτὸς εὐθὺς ἐκλάθοιτό μου.
✥ Ὁ ἅγιος Ἐπίσκοπος ΑΠΟΛΛΩΣ ἐν εἰρήνῃ τελειοῦται.
Ὡς χρηστὸς ὄντως ὁ ζυγός σου, Χριστέ μου,
Ὃν ζῶν ἀπῆλθον, Ἀπολλὼς θανὼν λέγει.
✥ Ὁ ἅγιος ΑΛΕΞΙΟΣ Ἐπίσκοπος Βιθυνίας ἐν εἰρήνῃ τελειοῦται.
Πόνων ὁ Ἀλέξιος ἀλέξημά τι,
Εὗρες τελευτήν, καὶ τρυφᾷς νῦν ἐν πόλῳ.