✥ Τῇ ΙΑ’ (11ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΑΝΤΙΠΑ Ἐπισκόπου Περγάμου.
Ταύρῳ παλαίεις, καλλίμαρτυς Ἀντίπα,
Ὅς σε φλογίζειν, οὐ κερατίζειν ἔχει.
Χάλκεον ἑνδεκάτῃ βληθεὶς φλέγῃ, Ἀντίπα, εἰς βοῦν.
Εἰς τὸν Ἅγιον Ἀντίπαν καὶ πρὸς χάριν τῶν ἐπιθυμούντων νὰ ἑορτάζουν αὐτὸν ἐξ εὐγνωμοσύνης διὰ τὴν ἀπελευθέρωσιν των «ἐκ τῆς ἀφορήτου ὀδύνης τῶν ὀδόντων» ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης ἐποίησε συμπληρωματικὴν Ἀκολουθίαν συμπληροῦσαν τὴν ἐν τῷ Μηναίῳ ὑπάρχουσαν, ἣν καὶ συμπεριέλαβεν ἐν τῷ ὑπὸ τούτου ἐκδοθέντι Συναξαριστῇ (ἔκδοσις Ζακύνθου 1868, τόμ. βʹ, σελ. 306-310). Πλὴν τῆς Ἀκολουθίας ταύτης καὶ τῆς ἐν τῷ Μηναίῳ ὑπαρχούσης, ἧς ὁ Κανὼν ποίημα τυγχάνει τοῦ Ὑμνογράφου Ἰωσήφ, ἐποίησε τοιαύτην καὶ ὁ Νικομηδείας Γεώργιος (Παρισινὸς Κώδιξ 1573), ἑτέραν δὲ πάλιν ὁ Μοναχὸς Ἀρσένιος (Μεγίστης Λαύρας Κώδιξ Δʹ 19, φ. 20). Τύποις Ἀκολουθίαι τοῦ Ἁγίου ἐξεδόθησαν ἐν Πάτραις τὸ 1871 καὶ ἐν Ἀθήναις τὸ 1920.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας ΤΡΥΦΑΙΝΗΣ τῆς ἐν Κυζίκῳ.
Χωρίζεται Τρύφαινα σαρκὸς πηλίνης,
Ἡ πηλὸν αὐτῆς τὰς τρυφὰς ἡγουμένη.
✥ Ὁ Ὅσιος ΦΑΡΜΟΥΘΙΟΣ ἐν εἰρήνῃ τελειοῦται.
Ἐξῆλθε Φαρμούθιος ἐκ τῶν ἐνθάδε,
Φαρμουθὶ μηνί, δῆλον ὡς Ἀπριλίῳ.