Δεκεμβρίου ΚΘ’ (29η)

Τῇ ΚΘ’ (29ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων ΝΗΠΙΩΝ τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, χιλιάδων ὄντων δεκατεσσάρων.

Διὰ ξίφους ἄωρα μητέρων βρέφη
Ἀνεῖλεν ἐχθρὸς τοῦ βρεφοπλάστου Βρέφους.
Νήπια ἀμφ’ ἐνάτην τάμον εἰκάδα παππάζοντα.

Εἰς τὰ Ἅγια ταῦτα Νήπια λόγους ἔχει ὁ θεῖος Χρυσόστομος δύο, ὧν τοῦ μὲν πρώτου ἡ ἀρχὴ· «Ὥσπερ οἱ τοὺς ἡδίστους καρποὺς» (σῴζεται ἐν τῷ Κοινοβίῳ τοῦ Διονυσίου), τοῦ δὲ δευτέρου· «Ἤθελον μὲν ἀεὶ καὶ πάντοτε» (σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ). Ἀμφότεροι εὑρίσκονται τετυπωμένοι ἐν τῇ Ἑλληνικῇ Πατρολογίᾳ τοῦ Ἀββᾶ Migne ἐν τόμῳ 61ῳ στ. 697 καὶ 699. Ἐπίσης λόγους ἔχουσιν ὁ Νύσσης Γρηγόριος οὗ ἡ ἀρχή· «Πάλιν ὁ γέρων ἐγὼ» (σῴζεται ἐν τῇ Λαύρᾳ, ἐν τῷ Βατοπαιδίῳ καὶ ἐν τῇ τῷ Ἰβήρων).

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη ΠΑΝΤΩΝ τῶν ΧΡΙΣΤΙΑΝΩΝ τῶν ἐν λιμῷ καὶ δίψῃ καὶ μαχαίρᾳ καὶ κρύει τελειωθέντων. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῷ σεβασμίῳ Ναῷ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου ἐν τοῖς Χαλκοπρατείοις, ἔνθα κεῖται ἡ ἁγία Σορός.

Σωθῆναι πάντας τοὺς βροτούς, Σῶτερ, θέλων,
Εἰς τοῦτο κρίσεις μηχανᾶσαι πανσόφως.

 

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν ΜΑΡΚΕΛΛΟΣ, Ἡγούμενος τῆς Μονῆς τῶν Ἀκοιμήτων, ἐν εἰρήνῃ τελειοῦται.

Ἀϋπνίᾳ δοὺς πάντα τὸν ζωῆς χρόνον,
Μάρκελλε, κοιμήθητι μικρὸν ἐν τάφῳ.

Τὸν Βίον αὐτοῦ συνέγραψεν Συμεὼν ὁ Μεταφραστής, οὗ ἡ ἀρχή· «Ἐννοιά μοι πολλάκις γέγονε» (σῴζεται ἐν τῇ Λαύρᾳ, ἐν τῇ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις). Ἀκολουθίαν τοῦ Ἁγίου Μαρκέλλου συνεπλήρωσε, προσθέσας καὶ βʹ κανόνα εἰς ἦχον πλ. δʹ «Ἁρματηλάτην Φαραώ», ὁ Ὑμνογράφος Πατὴρ Γεράσιμος ὁ Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΘΑΔΔΑΙΟΥ τοῦ Ὁμολογητοῦ.

Εἰ καὶ γένει βάρβαρος ἦν ὁ Θαδδαῖος,
Ἀλλ’ ἀσεβεῖς ἤλεγχε σὺν παρρησίᾳ.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τὰ Ἐγκαίνια τοῦ Ναοῦ τῶν Ἁγίων ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΜΑΡΤΥΡΩΝ πλησίον τοῦ Χαλκοῦ Τετραπύλου.

Ναὸν τεσσαράκοντα στερρῶν Μαρτύρων
Πιστοὶ ἐγκαινίζουσιν ἐν εὐλαβείᾳ.

 

Ὁ Ὅσιος Πατὴρ ἡμῶν ΒΕΝΙΑΜΙΝ ἐν εἰρήνῃ τελειοῦται.

Τοῖς ἐν καλῷ λιποῦσι γήρᾳ τὸν βίον,
Καὶ Βενιαμὶν τὸν καλὸν συναπτέον.

Οὗτος φαίνεται νὰ εἶναι ὁ ἐν τῷ Λαυσαϊκῷ ἱστορούμενος, ὁ ὑδρωπικιάσας καὶ τοσοῦτον ἐξογκωθείς, ὥστε ὅταν ἀπέθανεν ἐχάλασαν τὰς παραστάδας τῆς θύρας τοῦ κελλίου του, ὅπως ἐκβάλωσι τὸ Λείψανόν του. Ἔλεγε δὲ ὁ μακάριος οὗτος τὸ ἀξιομνημόνευτον τοῦτο ἀπόφθεγμα· «Τὴν βασιλικὴν ὁδὸν πορεύεσθε καὶ τὰ μίλλια μετρεῖτε καὶ οὐκ ὀλιγωρεῖτε» («Εὐεργετινός», βιβλ. Γʹ, ὑπόθ. ιʹ, διδ. βʹ § 4).

 

Ὁ Ὅσιος Πατὴρ ἡμῶν ΑΘΗΝΟΔΩΡΟΣ ἐν εἰρήνῃ τελειοῦται.

Ἀθηνοδώρῳ δῶρον ἐξ ἐμοῦ λόγος,
Θείῳ γὰρ ἀνδρὶ καὶ νεκρῷ πρέπει λόγος.

 

Ὁ Ὅσιος ΓΕΩΡΓΙΟΣ ὁ Ἐπίσκοπος Νικομηδείας ὁ ποιητὴς ᾀσματικῶν τινων Κανόνων καὶ Τροπαρίων, ἐν εἰρήνῃ τελειοῦται.

Πανηγυριστὴς τῶν ὑπὲρ νοῦν πραγμάτων,
Ὁ Γεώργιος νῦν κροτεῖ σὺν Ἀγγέλοις.

Οὗτος ἦτο σύγχρονος τοῦ σοφοῦ Φωτίου, Πατριάρχου Κωνσταντινουπόλεως, πρὸς τὸν ὁποῖον σῴζεται καὶ ἐπιστολή του. Ἐμελούργησε τὴν Ἀκολουθίαν τῶν Εἰσοδίων τῆς Θεοτόκου, συνέθεσε δὲ καὶ δύο ἐγκώμια εἰς τὴν αὐτὴν ἑορτήν· ὁμοίως ἐμελούργησε τὸν προεόρτιον Κανόνα εἰς τὸν Εὐαγγελισμόν, ἀλλὰ καὶ ἄλλους Κανόνας ἔχει εἰς τὴν Θεοτόκον. Συνέγραψεν ἐπίσης καὶ λόγους τινὰς πανηγυρικούς, ἤτοι εἰς τὰ Εἰσόδια, εἰς τὴν Σύλληψιν τῆς Ἁγίας Ἄννης καὶ εἰς τὸ «Εἱστήκεισαν παρὰ τῷ Σταυρῷ», οἵτινες σῴζονται εἰς τὰ χειρόγραφα πανηγυρικὰ τοῦ Ἁγίου Ὄρους.

   

ΕΠΙΣΤΡΟΦΗ