✥ Τῇ ΙΗ’ (18ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΛΕΟΝΤΟΣ Πάπα Ρώμης.
Ψυχὴν ὁ θεῖος ἐξερεύγεται Λέων,
Καὶ δαιμόνων φάλαγξιν ἐμβάλλει φόβον.
Ὀγδοάτῃ δεκάτῃ τε Λέων ἀπερεύξατο θυμόν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΛΕΟΝΤΟΣ καὶ ΠΑΡΗΓΟΡΙΟΥ, ἀθλησάντων ἐν Πατάροις τῆς Λυκίας.
Εἰς τὸν Παρηγόριον·
Παρηγόριος σάρκα δοὺς εἰς αἰκίας,
Ἔχει παρηγόρημα τὰ στέφη μέγα.
Εἰς τὸν Λέοντα·
Ἕλκων ἄνωθεν ἰσχὺν ἐκ Θεοῦ Λέων,
Ἕλξεις βιαίας ὡς λέων ἐκαρτέρει.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΑΓΑΠΗΤΟΥ, Ἐπισκόπου Συναοῦ, τοῦ Ὁμολογητοῦ καὶ θαυματουργοῦ.
Ὃν ἠγάπησας, Ἀγαπητέ, Δεσπότην,
Οὗτος καλεῖ σε πρὸς τόπους οὓς ἠγάπας.
✥ Ὁ Ἅγιος Μάρτυς ΠΙΟΥΛΙΟΣ, ξίφει τελειοῦται.
Πᾶν, Πιούλιος εἶπεν, ἤλπιζον πάθος
Μόνον δὲ τμηθείς, οὐ πέπονθα ζημίαν.