Αὐγούστου Κ’ (20η)

Τῇ Κ’ (20ῇ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου ἐνδόξου Προφήτου ΣΑΜΟΥΗΛ.

Μύσας τελευτῇ καὶ Σαμουὴλ ὁ βλέπων,
Τὸ ζῶν ἀεὶ φῶς καὶ τελευτήσας βλέπει,
Βῆ δ’ ὁρόων μέλλοντα Σαμουὴλ εἰκάδι ἔνθεν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων ΤΡΙΑΚΟΝΤΑ ΕΠΤΑ ΜΑΡΤΥΡΩΝ, τῶν ἐν Βιζύῃ τῆς Θρᾴκης μαρτυρησάντων.

Τρεῖς ἐνδέουσι πρὸς τὸ τοὺς κεκαυμένους,
Χάριν, Τριὰς σοῦ, τετράκις τελεῖν δέκα.

ΕΚ τῶν Ἁγίων τούτων Μαρτύρων ἄλλοι μὲν ἦσαν ἐκ τοῦ Βυζαντίου, ἄλλοι δὲ ἐκ τῆς Φιλιππουπόλεως. Συλληφθέντες δὲ ἐν Βιζύῃ τῆς Θρᾴκης ὑπὸ τοῦ καταράτου Ἀπελλιανοῦ, ὅστις ἦτο τότε ἡγεμών, ἐβασανίσθησαν μὲ διαφόρους βασάνους ἐπειδὴ ὡμολόγουν παρρησίᾳ τὸν Χριστόν· τελευταῖον δὲ ἀνήφθη κάμινος κάτωθεν τῆς γῆς, καὶ ἀφοῦ πρῶτον ἔκοψαν τὰς χεῖρας καὶ τοὺς πόδας τῶν Ἁγίων, ἔρριψαν αὐτοὺς ἐκεῖ, καὶ οὕτω παρέδωκαν οἱ ἀοίδιμοι τὰς ψυχάς των εἰς τὸν Θεόν, παρὰ τοὺ ὁποίου ἔλαβον τοὺς ἀφθάρτους στεφάνους τοῦ μαρτυρίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΣΕΒΗΡΟΥ καὶ ΜΕΜΝΟΝΟΣ τοῦ Κεντυρίωνος.

Εἰς τὸν Σεβῆρον·

Ξίφει παθὼν Σεβῆρος εὗρεν ἀξίως
Ἔπαθλα λαμπρὰ τοῦ διὰ ξίφους πάθους.

Εἰς τὸν Μέμνονα·

Ἔχει τὸ πῦρ σε πρὸς βραχύν, Μέμνον,
χρόνον Μένει δέ σε στέφανος εἰσαεὶ μένων.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Μνήμη τῆς Ἁγίας Μάρτυρος ΦΩΤΕΙΝΗΣ ἔξω τῆς θύρας τῶν Βλαχερνῶν.

Ἤδη βλέπεις φῶς ἄδυτον τοῦ Κυρίου,
Θανοῦσα, Μάρτυς, ἀγάπης αὐτοῦ χάριν.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΛΟΥΚΙΟΥ τοῦ Βουλευτοῦ.

Βουλὰς ὅλας παρῆλθε τὰς Ἀχιτόφελ,
Βουλῇ μιᾷ Λούκιος ἀθλήσας ξίφει.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΗΛΙΟΔΩΡΟΥ καὶ ΔΟΣΑ (ἢ Δοσαί).

Ἡλιόδωρος καὶ Δοσᾶς, οἱ γεννάδαι,
Ἤθλησαν ἄμφω ἀνδρικῶς Χριστοῦ χάριν.

Ἐν δὲ τῷ Συναξαριστῇ τῆς τοῦ Διονυσίου Μονῆς, Σοδᾶς οὗτος γράφεται.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τοῦ Ὁσίου πατρὸς ἡμῶν ΑΒΡΑΜΙΟΥ Ἀρχιμανδρίτου Σμολένσκης τοῦ θαυματουργοῦ Ρώσου.

     

ΕΠΙΣΤΡΟΦΗ