✥ Τῇ ΚΘ’ (29ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος ΑΝΑΣΤΑΣΙΑΣ τῆς Ρωμαίας.
Κάρας τομὴν ἤνεγκε ρώμῃ καρδίας,
Βλάστημα Ρώμης Μάρτυς Ἀναστασία,
Τλῆ δὲ Ἀναστασία ἐνάτῃ ξίφος εἰκάδι ὀξύ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΑΒΡΑΜΙΟΥ καὶ ΜΑΡΙΑΣ τῆς αὐτοῦ ἀνεψιᾶς.
Εἰς τὸν Ἀβράμιον·
Σαρκὸς νεκρώσας Ἀβράμιος πᾶν μέλος,
Θανὼν συνοικεῖ τοῖς ἀσάρκοις Ἀγγέλοις.
Εἰς τὴν Μαρίαν·
Ἀφεῖσα σαρκὸς τοὺς ἐραστάς, Μαρία,
Ψυχῶν ἐραστῇ μυστικῶς περιπλέκῃ.
✥ Μνήμη τῶν Ἁγίων Μαρτύρων ΚΥΡΙΛΛΟΥ, ΜΙΝΗ καὶ ΜΙΝΑΙΟΥ.
Εἰς τὸν Κύριλλον·
Ὑπόσχεσιν μέλλοντος οὖσάν μοι στέφους,
Κύριλλος οἶδα τὴν ἀπειλὴν τοῦ ξίφους.
Εἰς τὸν Μίνην καὶ Μιναῖον·
Πίπτει Μιναῖος ἐκ ξίφους ἰδεῖν φθάσας,
Καὶ τὸν Μίνην πεσόντα τοιούτῳ τέλει.
✥ Ὁ Ἅγιος Μάρτυς ΣΑΒΒΑΣ ὁ στρατηλάτης, κατὰ τὸ δεξιὸν καὶ ἀριστερὸν μέρος τρωθείς, τελειοῦται.
Σάββας κατ’ ἄμφω κλήσεως μέρη Σάββας [1],
Ὅθεν κατ’ ἄμφω νύττεται λόγχαις μέρη.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν ΑΝΝΗΣ, τῆς μετονομασθείσης Εὐφημιανός.
Σταλῇ κρυβεῖσαν ἀνδρικῇ σεμνὴν Ἄνναν,
Χριστὸς κατ’ αὐτῶν ἀρρενοῖ τῶν δαιμόνων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μάρτυρος ΜΕΛΙΤΙΝΗΣ.
Μελιτινὴ ἵστατο γυμνὴ ἐν κρίσει,
Ὡς ἐν θριάμβῳ δι’ ἀγάπην Κυρίου.
ΜΕΛΙΤΙΝΗ ἡ Ἁγία Μάρτυς, διαβληθεῖσα εἰς τὸν ἐπιτόπιον ἄρχοντα, ὅτι ἦτο Χριστιανή, παρίσταται εἰς αὐτόν. Καὶ πρῶτον μὲν δέρεται εἰς τὸ πρόσωπον καὶ γυμνοῦται καθ’ ὅλον τὸ σῶμά της, καὶ οὕτως ὡς νικήτρια ἵσταται πομπευομένη διὰ τὸν Χριστὸν ἐπὶ πολλὰς ὥρας, ἐν τῷ μέσῳ τοῦ κριτηρίου· πλὴν καὶ οὕτω γυμνὴ ἱσταμένη ἐχλεύαζε τὸν ἄρχοντα καὶ ὅλα τὰ εἴδωλά του· διότι τιμὴν ἐνόμιζεν ἡ μακαρία τὴν ἀτιμίαν ταύτην, τὴν ὁποίαν ἐλάμβανε διὰ τὸν Χριστόν. Ἔπειτα δὲ βασανισθεῖσα μὲ πολλὰς βασάνους καὶ φυλαχθεῖσα ἀβλαβής, τελευταῖον κατεπληγώθη διὰ ξίφους καὶ οὕτω παρέδωκε τὴν ψυχήν της εἰς χεῖρας Θεοῦ.
✥ Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος ΑΘΑΝΑΣΙΟΥ, τοῦ ἐκ Σπάρτης τῆς Ἀτταλείας καταγομένου, ἐν Μουντανίοις δὲ μαρτυρήσαντος ἐν ἔτει ͵αχνγ’ (1653).
Διὰ θανάτου ἀθανασίαν λάβε,
Ἀθανάσιε, κῦδος ἱερωμένων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Νέου Ὁσιομάρτυρος ΤΙΜΟΘΕΟΥ τοῦ Ἐσφιγμενίτου.
Τομὴν κεφαλῆς Τιμόθεος ὑπέστη,
Τιμῶν κεφαλὴν Χριστόν, ὅν περ ἠγάπα.
Εἰκάδι ἀμφ’ ἐνάτῃ ἄορ Τιμόθεον κατέπεφνε.
✥ Τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΑΒΡΑΜΙΟΥ Ἀρχιμανδρίτου, τοῦ Ροστοβίας θαυματουργοῦ Ρώσου.
Ὑποσημειώσεις
[1] Ἤτοι τὸ ὄνομα Σάββας εἶναι καρκίνος· διότι καὶ ἑκατέρωθεν ἀναγινωσκόμενον, Σάββας προέρχεται. Καθὼς λοιπὸν καὶ ἀπὸ τὰ δύο μέρη ἀναγινώσκεται τὸ ὄνομά του, οὕτως ἐτρώθη καὶ αὐτὸς ἀπὸ τὰ δύο μέρη τοῦ σώματός του.