Νοεμβρίου ΚΗ’ (28η)

Τῇ ΚΗ’ (28ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὁμολογητοῦ καὶ Μάρτυρος ΣΤΕΦΑΝΟΥ τοῦ Νέου.

Πληγείς, νέε Στέφανε, τὴν κάραν ξύλῳ
Εὗρες πρεπόντως οὐχὶ γηράσκον στέφος.
Εἰκάδι ὀγδοάτῃ Στεφάνου νέου κρᾶτα θραῦσαν.

Τὸν Βίον αὐτοῦ συνέγραψεν ἑλληνιστὶ Συμεὼν ὁ Μεταφραστής, οὗ ἡ ἀρχή· «Θεῖόν τι χρῆμα ἡ ἀρετή» (Σῴζεται ἐν τῇ Λαύρᾳ, ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις). Εἰς τὴν ἁπλῆν ἑλληνικὴν μετηνέχθη ὑπὸ Ἀγαπίου τοῦ Κρητὸς καὶ ἐξεδόθη τύποις ὑπ’ αὐτοῦ συμπεριληφθεὶς εἰς τὸν «Νέον Παράδεισον», ἐξ οὗ καὶ παραληφθεὶς καταχωρίζεται ἐνταῦθα διεσκευασμένος κατὰ τὴν φράσιν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ἅγιος Μάρτυς ΑΝΔΡΕΑΣ, συρόμενος κατὰ γῆς διὰ τὴν τῶν ἁγίων Εἰκόνων προσκύνησιν, τελειοῦται.

Ἐκ γῆς ἐπλάσθην, γῆ με δὴ καὶ κτεινάτω·
Πλάστου γὰρ αὐτῆς Ἀνδρέας τιμᾷ τύπους.

 

Ὁ Ἅγιος Μάρτυς ΠΕΤΡΟΣ τυπτόμενος διὰ τὴν τῶν Ἁγίων Εἰκόνων προσκύνησιν τελειοῦται.

Ἂν Εἰκόνων τύπτωσι τὸν Πέτρον χάριν,
Εὕρωσιν αὐτὸν πέτρινον τῷ σαρκίῳ.

 

Ἡ Ὁσιομάρτυς ΑΝΝΑ τυπτομένη πρὸς τὸ κατειπεῖν τοῦ Ἁγίου Στεφάνου τελειοῦται.

Μάστιξιν Ἄνναν εὐτόνως τετυμμένην,
Ἔδειξε Χριστὸς εὐπρεπῶς ἐστεμμένην.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων ΜΑΡΤΥΡΩΝ, τῶν συμμαρτυρησάντων μετὰ τοῦ Ἁγίου Στεφάνου ὑπὲρ τῶν ἁγίων Εἰκόνων.

Πολλοὺς Στέφανος τοὺς συναθλητὰς ἔχων,
Χορείαν ἱστῶν τέρπεται τούτοις ἅμα.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΕΙΡΗΝΑΡΧΟΥ καὶ τῶν σὺν αὐτῷ ἑπτὰ ἁγίων ΓΥΝΑΙΚΩΝ.

Εἰς τὸν Εἰρήναρχον·

Τὸν Εἰρήναρχον ἡ φονεύτρια σπάθη,
Σῷ Σῶτερ εἰρήναρχε, συντάττει μέρει.

Εἰς τὰς ἑπτὰ Γυναῖκας·

Ἔδειξε νεκρὰς ἐν Σεβαστείᾳ πόλει,
Γυναῖκας ἑπτὰ πανσεβάστους τὸ ξίφος.

ΣΥΝΑΞΑΡΙΟΝ

  

✥ Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες ΤΙΜΟΘΕΟΣ, ΘΕΟΔΩΡΟΣ οἱ Ἐπίσκοποι, ΠΕΤΡΟΣ, ΙΩΑΝΝΗΣ, ΣΕΡΓΙΟΣ, ΘΕΟΔΩΡΟΣ, ΝΙΚΗΦΟΡΟΣ οἱ Ἱερεῖς, ΒΑΣΙΛΕΙΟΣ, ΘΩΜΑΣ οἱ Διάκονοι, ΙΕΡΟΘΕΟΣ, ΔΑΝΙΗΛ, ΧΑΡΙΤΩΝ, ΣΩΚΡΑΤΗΣ, ΚΟΜΑΣΙΟΣ, ΕΥΣΕΒΙΟΣ οἱ Μοναχοὶ καὶ ΕΤΙΜΑΣΙΟΣ, ξίφει τελειοῦνται.

Εἰς τοὺς δύο Ἐπισκόπους·

Ὁ Τιμόθεος σὺν Θεοδώρῳ ἅμα,
Τιμὴ Θεοῦ δῶρόν τε ὤφθησαν μάλα.

Εἰς τοὺς πέντε Ἱερεῖς·

Πρῴην θύοντες ἁγνοτάτην θυσίαν,
Ἔπειθ’ ἑαυτοὺς θυσίαν προσήξατε.

Εἰς τοὺς δύο Διακόνους·

Ὅπου ὁ Χριστός ἐστιν, ὡς αὐτὸς λέγει,
Διακονοῦντες οἷ πάρεστ’ ἀθλοφόροι.

Εἰς τοὺς ἓξ Μοναχούς·

Οἱ ἓξ Μοναχοὶ ἐκκοπέντες τῷ ξίφει,
Ἑξαπτέρυξι συμπαρίστανται νόοις.

Εἰς τὸν Ἐτιμάσιον·

Ἀφαιρεθείσης συλλαβῆς πρώτης, μάκαρ,
Κλῆσις παριστᾷ ἣν ἔχεις τιμὴν ἄνω.

Τὸ Συναξάριον αὐτῶν μετέφρασεν ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης ἐκ τοῦ Ἑλληνικοῦ πλατυτάτου λόγου, τὸν ὁποῖον συνέγραψεν ὁ ἱερὸς Θεοφύλακτος Βουλγαρίας περὶ τῶν Ἁγίων τούτων, ὅστις περιέχεται ἐν τῷ τρίτῳ τόμῳ αὐτοῦ. Σημείωσαι, ὅτι καὶ ᾀσματικὴ Ἀκολουθία τῶν Ἁγίων τούτων Μαρτύρων εὑρίσκεται τετυπωμένη εἰς χωριστὴν φυλλάδα. Σημείωσαι προσέτι ὅτι εἰς τὸν πρὸς τοὺς Ἁγίους τούτους λόγον τοῦ Θεοφυλάκτου Βουλγαρίας δεκαπέντε μὲν ἐπιγράφονται οἱ Μάρτυρες οὗτοι, δεκαὲξ δὲ ἀριθμοῦνται ἐν τῷ λόγῳ.

ΣΥΝΑΞΑΡΙΟΝ

  

ΕΠΙΣΤΡΟΦΗ