Μαΐου Ζ’ (7η)

Τῇ Ζ’ (7ῃ) τοῦ αὐτοῦ μηνὸς ἑορτάζομεν τὴν ἀνάμνησιν τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ ἐπὶ Κωνσταντίου βασιλέως, υἱοῦ τοῦ Μεγάλου Κωνσταντίνου, καὶ Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων, ἐν ἔτει τμϛ’ (346).

Σταυροῦ παγέντος, ἡγιάσθη γῆ πάλαι,
Καὶ νῦν φανέντος, ἡγιάσθη καὶ πόλος.
Ἑβδομάτῃ Σταυροῖο τύπος πόλῳ ἀμφετανύθη.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΑΚΑΚΙΟΥ.

Εἴπερ τις ἄλλος ἐν χορῷ τῶν Μαρτύρων,
Κάλλιστος Ἀκάκιος ἐκτμηθεὶς ξίφει.

Ἀκολουθία ἀνέκδοτος εἰς τὸν Ἅγιον τοῦτον Ἀκάκιον, ποίημα Θεοφάνους, εὕρηται πλήρης εἰς τοὺς Παρισινοὺς Κώδικας 13, 1566 καὶ τοὺς Λαυρεωτικοὺς Γʹ 19, Γʹ 74, Δʹ 5, Δʹ 36, καὶ Ωʹ 147.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΚΟΔΡΑΤΟΥ καὶ τῶν σὺν αὐτῷ.

Ὑπὲρ Θεοῦ Κοδρᾶτος ἥκων πρὸς ξίφος,
Δοῦναι κοδράντην καὶ τὸν ἔσχατον θέλει.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἀνωτέρω ἀναφερόμενοι Ἅγιοι Μάρτυρες ΡΟΥΦΙΝΟΣ καὶ ΣΑΤΟΡΝΙΝΟΣ ξίφει τελειοῦνται.

Δυοῖν Συνάθλων πρὸς τομὸν τόλμη ξίφος,
Πίστει γὰρ ἐστομοῦντο τῇ τοῦ Κυρίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΙΩΑΝΝΟΥ τοῦ Ψυχαΐτου.

Ψυχῆς μόνης σὺ τὴν σχέσιν φέρων,
Πάτερ, Ψυχαΐτης κέκλησαι ἐνδίκως, μάκαρ.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΜΑΞΙΜΟΥ λίθοις βληθέντος καὶ τελειωθέντος.

Λίθοις ἐπιβὰς Μάξιμος μεγαλόνους,
Ἀνῆλθε χαίρων οὐρανοῦ εἰς τὸ πλάτος.

ΜΑΞΙΜΟΣ ὁ Ἅγιος Μάρτυς, παρρησίᾳ ὁμολογήσας τὸν Χριστὸν καὶ πολλοὺς εἰδωλολάτρας εἰς τὴν εὐσέβειαν ὁδηγήσας, πολλὰς τιμωρίας ὑπέμεινε πρότερον, τελευταῖον δὲ λιθοβοληθεὶς καὶ τρόπον τινὰ κύκλωθεν στεφανωθεὶς ὑπὸ τῶν λίθων, πρὸς Κύριον ἐξεδήμησεν, ἵνα λάβῃ παρ’ Αὐτοῦ τὸν τῆς ἀθλήσεως στέφανον.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν ΝΕΙΛΟΥ τοῦ Νέου τοῦ καὶ Μυροβλύτου, τοῦ ἐν τῷ ὄρει τοῦ Ἄθωνος ἀσκήσαντος.

Νεῖλος ἄρδει νάμασι γῆν Αἰγυπτίων,
Ὁ δὲ Μοναστὰς τοῦ Ἄθωνος ἀρδεύει.
Λάμψεν ἐν ἥμαθ’ ἑβδομάτῳ νειλώϊος αἴγλη.

Ἡ κυρίως μνήμη τῆς κοιμήσεως τοῦ Ὁσίου τούτου Νείλου ἄγεται τὴν ιβʹ (12ην) Νοεμβρίου (βλέπε ἐν τόμῳ ΙΑʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»), ἡ πρὸς τιμὴν ὅμως αὐτοῦ Σύναξις ἐπιτελεῖται κατὰ τὴν σήμερον ζʹ (7ην) Μαΐου, ὅτε καὶ ἀνευρέθησαν τὰ ἱερὰ Λείψανα αὐτοῦ. Ὁ ἐνταῦθα καταχωριζόμενος Βίος αὐτοῦ ἐλήφθη ἐκ τῆς ἰδιαιτέρας τούτου Ἀκολουθίας ἐκδοθείσης ἐν Ἁγίῳ Ὄρει κατὰ τὸ ἔτος 1847, παρατίθεται δὲ δεόντως διεσκευασμένος.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῆ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου νέου Ὁσιομάρτυρος ΠΑΧΩΜΙΟΥ τοῦ ἐν τῷ Οὐσάκι τῆς Φιλαδελφείας μαρτυρήσαντος κατᾶ τὸ ἔτος ͵αψλ’ (1730) ξίφει τελειωθέντος τῇ Πέμπτῃ τῆς Ἀναλήψεως.

Ποῦ πάχος ἐν σοί, ὦ Παχώμι’ εὑρέθη,
Πόνοις ξίφει τε λεπτύναντι τὸ βρῖθος;

Τὸ ἐνταῦθα παρατιθέμενον Μαρτύριον τοῦ Ἁγίου τούτου Νέου Ὁσιομάρτυρος Παχωμίου συνέθεσεν ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης ἀρυσθεὶς ἐξ ἐγκωμίου τοῦ Ἁγίου τούτου συντεθέντος ὑπὸ Μακαρίου τοῦ Πατμίου καὶ περιεχομένου εἰς τὴν «Εὐαγγελικὴν Σάλπιγγα». Ἐνταῦθα καταχωρίζεται διεσκευασμένον κατὰ τὴν φράσιν. Ἡ ἐν παλαιοτέρᾳ ἐκδόσει καταχώρισις τῆς μνήμης αὐτοῦ εἰς τὴν 21ην Μαΐου εἶναι ἐσφαλμένη, διότι ἡ Πέμπτη τῆς Ἀναλήψεως τοῦ ἔτους 1730, ὁπότε ἐμαρτύρησεν ὁ Ἅγιος, συνέπιπτε τῇ 7ῃ Μαΐου, καθ’ ἣν καὶ ἑορτάζεται ἐν Ἁγίῳ Ὄρει ἡ μνήμη αὐτοῦ. Ἀκολουθία αὐτοῦ εὑρίσκεται ἐν τῇ ἐν Ἁγίῳ Ὄρει Μονῇ τοῦ Ἁγίου Παντελεήμονος, κώδικες 6008 (501), 6375 (868), ἥτις ἐξεδόθη καὶ τύποις. ᾈσματικὴν Ἀκολουθίαν τοῦ Ἁγίου συνέθεσε καὶ ὁ Ὑμνογράφος τῆς Μεγάλης Ἐκκλησίας Πατὴρ Γεράσιμος Μικραγιαννανίτης. Τὸ ἅγιον Λείψανον τοῦ Ἁγίου τούτου Νέου Ὁσιομάρτυρος Παχωμίου ἔχει ἀποθησαυρισθῆ εἰς τὴν ἐν Πάτμῳ Ἱερὰν Μονὴν τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου. Τεμάχιον τοῦ ἱεροῦ Λειψάνου τοῦ Ἁγίου παρεχωρήθη ἀπὸ τὴν Μονὴν ταύτην εἰς τὴν ἐν Ἁγίῳ Ὄρει Μονὴν τοῦ Ἁγίου Παύλου, κατὰ τὸ ἔτος 1953.

ΣΥΝΑΞΑΡΙΟΝ

   

ΕΠΙΣΤΡΟΦΗ