ΟΥΡΑΝΟΥ καὶ γῆς ἅμιλλαν ὁρῶ διὰ τὴν παροῦσαν πανήγυριν τῆς μνήμης τῶν Ἀποστόλων· τῶν μὲν ἐπουρανίων Δυνάμεων εὐφημουσῶν εὐφήμοις φωναῖς τοῦ πόνου αὐτῶν τὸ διδασκαλεῖον, ὡς δι’ αὐτῶν γνωρισθὲν τὸ τῆς οἰκονομίας μυστήριον αὐταῖς, καθὼς ὁ Παῦλος βοᾷ· ἵνα νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις, ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία· τῶν δὲ ἐπὶ γῆς ἀνθρώπων ἐκβιαζομένων, ἀξίαν εὐφημεῖν πρὸς τοὺς Κορυφαίους διὰ τῆς τιμῆς δεῖξαι, ὡς δι’ αὐτῶν εἰς σωτηρίαν ἐπανελθόντων.
Τί γὰρ Πέτρου μεῖζον; τί δὲ Παύλου ἴσον; οἵτινες τῷ ἔργῳ καὶ τῷ λόγῳ πᾶσαν τὴν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς κτίσιν ἐνίκησαν οἱ τῷ πηλῷ τοῦ σώματος συμπεπλεγμένοι, καὶ ἀμείνους Ἀγγέλων εὑρεθέντες· τί γὰρ ἐροῦμεν πρὸς τοὺς διδασκάλους τῆς ἄνω καὶ τῆς κάτω κτίσεως; οὐχ εὑρίσκω γὰρ λόγον ἄξιον ἐγκωμιάσαι τοὺς ἐγκωμιάσαντας τὸ γένος ἡμῶν· τοὺς γῆν ἅπασαν καὶ θάλασσαν περιελθόντας, καὶ τὰς ρίζας τῶν ἁμαρτημάτων ἀνασπάσαντας, καὶ τὰ σπέρματα τῆς εὐσεβείας καταβαλόντα; ἐν ταῖς καρδίαις τῶν ἀπειθούντων ἀνθρώπων. Πέτρος, ὁ καθηγητὴς τῶν Ἀποστόλων. Παῦλος ὅλος ὁ γνώστης τῆς οἰκονομίας τῶν ἄνω Δυνάμεων. Πέτρος, τῶν ἀγνωμόνων Ἰουδαίων ὁ χαλινός. Παῦλος, τῶν ἐθνῶν ἡ παράκλησις. Καὶ βλέπέ μοι τοῦ Δεσπότου τὴν ὑπερέχουσαν σοφίαν τὸν μὲν γὰρ Πέτρον ἀπὸ ἁλιὲων ἐξελέζατο· τὸν δὲ Παῦλον, ἀπὸ σκηνορράφων· καὶ οὐκ ἐκτὸς ὠφελείας τοῦτο πεποίηκε· καὶ τὸ μὲν φαινόμενον τῆς ἐκλογῆς, ἐκ τῶν τοιούτων τεχνῶν· τὸ δὲ νοούμενον, ὡς λίαν ἐξαίσιον· ὅτι καὶ Θεοῦ ἡ ἐκλογή.
Ἐπειδὴ γὰρ ἐβυθίζετο ἡ δόξα τῶν Ἰουδδαίων, τῷ ἁλιεῖ ἐνεπίστευσεν ὁ Δεσπότης ἐρευνῆσαι τὰ τῆς νοητῆς θαλάσσης βάθη, φήσας πρὸς αὐτόν· ἄπελθε εἰς τὴν θάλασσαν, καὶ βάλε ἄγκιστρον· καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἄρας, ἄνοιξον τὸ στόμα αὐτοῦ, καὶ εὑρήσεις στατῆρα· θάλασσαν λέγων τὴν ἄστατον τῶν Ἰουδαίων γνώμην· ἄγκιστρον, τὸν ἔντεχνον τῆς διδασκαλίας λόγον· ἰχθὺν τὸν νόμον· τὸ δὲ ἀνοῖξαι τὸ στόμα αὐτοῦ, τὸ ἑρμηνεῦσαι αὐτὸν αἰνίσσεται· τὸ δὲ καὶ στατῆρα εὑρεῖν, τὸ πνευματικῶς ἀνακρίνειν αὐτὸν σημαίνει. Τῷ δὲ Παύλῳ ὡς σκηνορράφῳ, ὅλα τὰ ἔθνη ἐνεχείρισεν, ἵνα ἐνδύσῃ τοὺς τοῦ νόμου καὶ τῆς χάριτος γεγυμνωμένους, τὸ κόκκινον δέρμα, τὸ ἐξ ὕδατος καὶ αἵματος Δεσποτικοῦ βαφέν· ἤκουσε γὰρ καὶ αὐτὸς τοῦ Κυρίου βοῶντος πρὸς αὐτόν· εἰς ἔθνη μακρὰν ἐγὼ ἐξαποστελῶ σε.