Λόγος Γ’, Ἐγκωμιαστικὸς εἰς τοὺς Κορυφαίους Ἀποστόλους ΠΕΤΡΟΝ καὶ ΠΑΥΛΟΝ, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΙΩΑΝΝΟΥ τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ.

Ποίας οὖν εὐχαριστίας ἀνταποδῶμεν ὑμῖν, τοιαῦτα κεκοπιακόσι δι’ ἡμᾶς; μιμνήσκομαί σου, Πέτρε, καὶ ἐκπλήττομαι· ἀναμιμνήσκομαί σου, Παῦλε, καὶ ἐξιστάμενος δάκρυσι συνέχομαι· τί γὰρ εἴπω, ἢ τί λαλήσω ἀναθεωρῶν ὑμῶν τὰς θλίψεις; οὐκ οἶδα· πόσας φυλακὰς ἡγιάσατε; πόσας ἁλύσεις ἐλαμπρύνατε; πόσας βασάνους ὑπεμείνατε; πόσας λοιδορίας περιεποιήσασθε; πόσα δεσμωτήρια ἐρωτίσατε; πόσας εἱρκτὰς διδασκαλίας ἁγίας ἐνεπλήσατε; πόσους τόπους βήμασιν ὑμῶν ἡγιάσατε; πῶς τὸν Χριστὸν ἐβαστάσατε; πῶς τὰς Ἐκκλησίας ἐφαιδούνατε τῷ κηρύγματι; εὐλογημένον τὸ ὄργανον ὑμῶν· αἵματι συμπεφυρμένα τὰ μέλη ὑμῶν διὰ τὴν Ἐκκλησίαν τυγχάνει· ἀνελλιπῶς ἐν πᾶσι τὸν Χριστὸν ὑμεῖς ἐμιμήσασθε· εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος ὑμῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα ὑμῶν· ἀδιάρρηκτον τὴν ὑφ’ ὑμῶν νυμφευθεῖσαν Ἐκκλησίαν φυλάξοι ὁ Χριστός. Οὐδεὶς πρὸ ὑμῶν, οὐδὲ μεθ’ ὑμᾶς ἐφάνη τοιοῦτος· τίς γὰρ τὸν διδασκαλικὸν λόγον ἐπέχων, ἀπετόλμησέ τι λέγειν ἄνευ τῆς ὑμῶν παραδόσεως; πάντας διδασκάλους ὑμεῖς ἀπετελέσατε· ἐνίκησε τὰς ἡμετέρας πωρώσεις ἡ ὑμετέρα ὑπομονή· ἀνάθεμα εἶναι αὐτοὶ εὐχόμενοι, ἵνα τὸν κόσμον κερδήσητε.

Τί οὖν ἀνταποδώσωμεν ὑμῖν, περὶ πάντων ὧν ἀνταπεδώκατε ὑμῖν ἀγαθῶν; σήμερον τῆς ἀθλήσεως ὑμῶν ἐστι τὸ μνημόσυνον· σήμερον ἡ πανήγυρις τῆς ὑπὲρ Χριστοῦ μαρτυρίας ὑμῶν· σήμερον ἡμεῖς πάντες ἀγαλλιώμενοι τιμῶμεν τὰ ἅγια ὑμῶν λείψανα. Χαίροις, Πέτρε, ὁ τοῦ ξύλου τοῦ Σταυροῦ Χριστοῦ ἀπολαύσας· καὶ καθ’ ὁμοιότητα τοῦ διδασκάλου σταυρωθῆναι μὲν θελήσας, οὐ μὴν δὲ ἐν ὀρθίῳ τῷ σχήματι, ἀλλὰ μᾶλλον κατὰ κεφαλῆς, ὡς εἰς οὐρανὸν τὴν πορείαν ἀπὸ γῆς ποιούμενος· εὐλογημένοι οἱ ἧλοι, οἵτινες τὰ σὰ μέλη διῆλθον· τὰ ἐμοὶ ποθεινά, καὶ κρείττω μοι οὐρανίου δόξης ὄντα· ὁ μετὰ πάσης παρρησίας ταῖς χερσὶ τοῦ Δεσπότου τὴν ψυχὴν παραδούς· ὁ δουλεύσας ἐν Χριστῷ ἀπερισπάστως τὴν νυμφευθεῖσαν σοι Ἐκκλησίαν μετὰ πάσης προθυμίας· ὁ φιλοδέσποτος καὶ ἀδούλωτος τῷ Κυρίῳ· ὁ ζέων τῷ Πνεύματι, ὁ πιστὸς τοῦ Δεσπότου τῶν ἁπάντων Ἀπόστολος, Χαίροις, Παῦλε, ὁ τὴν μακαρίαν κεφαλὴν τῷ ξίφει ἀποτμηθείς· ὁ ἀνεκδιήγητος ἄνθρωπος· ποῖον ξίφος διῆλθέ σου τὸν διακριτικώτατον λάρυγγα; Τὸ Δεσποτικὸν ὄργανον, τὸ ὑπ’ οὐρανοῦ θαυμαζόμενον καὶ ὑπὸ γῆς φριττόμενον.