ὑμεῖς ἐστε τῶν Μαρτύρων ἡ ὑπομονή, τῶν Πατριαρχῶν τὸ ὀρθόδοξον· τῶν Μοναζόντων ἡ ἄσκησις τῶν Παρθένων οἱ στεφανωταί· τῶν ἐν ὁμοζύγοις οἱ εἰρηνοποιοί τῶν ἁρπακτῶν καὶ ἀδίκων οἱ χαλινοί, τῶν ἀκολάστων οἱ σωφρονισταί· ἡ σκέπη τῶν βασιλέων· τὰ τείχη τῶν Χριστιανῶν· τῶν βαρβάρων οἱ ἀντίπαλοι· οἱ φιμὸν τοῖς αἱρετικοῖς ἐπιθέντες· οἱ νεκροῦντες τὰ πάθη τῶν σωμάτων οἱ τοὺς λεγεῶνας τῶν δαιμόνων ἀπελάσαντες· οἱ τοὺς βωμοὺς τῶν εἰδώλων καθελόντες· οἱ τὰ ἄνω καὶ κάτω κληρονομήσαντες· τῶν μὲν ἄνω τὰς κλεῖς εἰληφότες, τῶν δὲ κάτω λύειν καὶ δεσμεῖν ἁμαρτίας ἐξουσίαν ἔχοντες.
Ὤ τοῦ ἰδιώτου τὸ θαῦμα! ὢ τοῦ ἀγραμμάτου ἡ σοφία· Πέτρος ὁ ἐν τῇ σκιᾷ αὐτοῦ παραλύτους συσφίγγων, καὶ θάνατον λύων· Παῦλος, ὁ ἐν τοῖς ἱματίοις αὐτοῦ νοσήματα ἐκδιώκων καὶ δαίμονας φυγαδεύων, οἱ εἰς μέσον τὴν Μητέρα τοῦ Κυρίου ἔχοντες, καὶ κρείττονες παντὸς Πνεύματος δικαίου ὑπάρχοντες· Παῦλος, ἡ ἄπαυστος χελιδὼν τῆς Ἐκκλησίας· Πέτρος, ὁ διηνεκῶς τῇ οἰκουμένῃ καθάπερ ἀηδὼν λυρίζων ἀπαύστως· οἱ στῦλοι τῆς Ἐκκλησίας· οἱ μεγάλοι τῆς οἰκουμένης φωστῆρες· οἱ κρείττους ἀλλήλων καὶ ἀμείνους πάσης ὁμοῦ τῆς κτίσεως. Χαίροις, Πέτρε, τῆς πίστεως ἡ πέτρα. Χαίροις, Παῦλε, τῆς Ἐκκλησίας τὸ καύχημα. Χαίροις, Πέτρε, ἡ κρηπὶς τῆς ὀρθοδοξίας. Χαίροις, Παῦλε, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. Χαίροις, Πέτρε, τὸ ἐγκαλλώπισμα τῆς οἰκουμένης. Χαίροις, Παῦλε, ἡ εἴσοδος τοῦ Παραδείσου. Χαίροις, Πέτρε, ὁ χειραγωγὸς τῆς βασιλείας τῶν οὐρανῶν. Χαίροις, Παῦλε, ὁ εὔδιος λιμὴν τῶν χειμαζομένων. Χαίροις, Πέτρε, ὁ πολλῶν ἐπαίνων ὑπὸ τοῦ Κυρίου ἀξιωθείς. Χαίροις, Παῦλε, ὁ τῶν πολλῶν χαρισμάτων κυβερνήτης ὑπάρχων. Χαίροις, Πέτρε, ὁ θερμὸς καὶ ζέων τῷ Πνεύματι τῷ Ἁγίῳ. Χαίροις, Παῦλε, ὁ εὔτονος δρομεύς· οἱ τὴν ὑφήλιον πᾶσαν τῷ κηρύγματι φωτίσαντες, οἱ μυρία δεινὰ δι’ αὐτὴν ὑπομείναντες· ἐν φυλακαῖς κατακλειόμενοι· ὑπὸ Ἰουδαίων βδελυττόμενοι· ὑπὸ βαρβάρων συρόμενοι· ὑπὸ βασιλέων αἰκιζόμενοι· οἱ μηδὲ ἀναπνεῖν συγχωρούμενοι, καὶ παύσασθαι τῆς διδασκαλίας μὴ ἀνεχόμενοι· οἱ μέλος τοῦ σώματος κινῆσαι μὴ δυνάμενοι διὰ τὸ βάρος τῶν δεσμῶν, καὶ πᾶσαν τὴν οἰκουμένην, δεδεμένην τῇ ἁμαρτίᾳ δι’ ἐπιστολῶν λύοντες, τῶν δαιμόνων τὰς φάλαγγας ὑμεῖς κατετροπώσατε· δι’ ὑμῶν ἡ τοῦ Ἁγίου Πνεύματος χάρις εἰς τὴν οἰκουμένην ἐφήπλωται· τὴν ἀχλὺν τῆς πλάνης ἡμεῖς ἀπὸ τῆς γῆς συνεστείλατε· πᾶσαν ψευδώνυμον λατρείαν ὑμεῖς σποδὸν ἐποιήσατε· ἐκ τοῦ σίτου τὰ ζιζάνια ὑμεῖς σκυβαλίσαντες ἐρρίψατε καὶ καθαρὸν τῆς Ἐκκλησίας τὸν σῖτον ἡ καθημερινὴ ὑμῶν διδασκαλία ἀνέδειξε.