Λόγος Γ’, Ἐγκωμιαστικὸς εἰς τοὺς Κορυφαίους Ἀποστόλους ΠΕΤΡΟΝ καὶ ΠΑΥΛΟΝ, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΙΩΑΝΝΟΥ τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ.

Ὦ μακαρία δυάς, ἡ τὰς ψυχὰς πιστευθεῖσα ὅλου τοῦ κόσμου. Πέτρος, ἡ ἀρχὴ τῆς ὀρθοδοξίας· ὁ μέγας τῆς Ἐκκλησίας ἱεροφάντης, ὁ ἀναγκαῖος σύμβουλος τῶν Χριστιανῶν, τὸ κειμήλιον τῶν ἄνω Δυνάμεων, ὁ τετιμημένος ὑπὸ τοῦ Δεσπότου ἄνθρωπος. Παῦλος, ὁ μέγας τῆς ἀληθείας κήρυξ· τὸ καύχημα τῆς οἰκουμένης· ὁ ἐν οὐρανοῖς ἄνθρωπος, καὶ ὁ ἐπὶ γῆς Ἄγγελος· ἡ δόξα τῆς Ἐκκλησίας· ὁ ἐν ὑψηλοῖς πετώμενος ἀετός· ἡ λύρα τοῦ Πνεύματος· ἡ χελιδών· ὁ τέττιξ· τὸ ὄργανον τὸ δεσποτικόν· ὁ γρήγορος τοῦ Χριστοῦ ὑπηρέτης. Παῦλος καὶ Πέτρος, οἱ ζευκτοὶ βόες τῆς Ἐκκλησίας· οἱ καλὴν πραγματείαν τῇ οἰκουμένῃ παραγαγόντες· οἱ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἐν τοῖς ὤμοις ἀντὶ ζυγοῦ ἄραντες, ἀντὶ δὲ τῶν ζευγλῶν, τὰς τῶν γραφῶν διαθήκας· ἀντὶ δὲ γόμου, τὴν χάριν τοῦ Πνεύματος. Παῦλος καὶ Πέτρος, οἱ τὴν Ἐκκλησίαν καθ’ ἡμέραν φαιδρύνοντες· τὰ ταμεῖα τὰ Δεσποτικά· τὰ πανδοχεῖα τῆς οἰκουμένης· τὰ δοχεῖα τοῦ Πνεύματος· τῆς Ἁγίας Τριάδος τὰ ἑρμηνευτήρια, τῆς οἰκονομίας τοῦ θείου λόγου οἱ ἀφηγηταί. Πέτρος, ὁ ἐμὸς ἔρως. Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς, ἡ ἐμὴ βακτηρία. Πέτρος, ὁ ναὸς τοῦ Θεοῦ. Παῦλος, τὸ στόμα τοῦ Χριστοῦ· ἡ λύρα τοῦ Πνεύματος· ὁ τρίπηχυς, καὶ τῶν οὐρανῶν ἁπτόμενος· ὁ ἐν τόπῳ περιγραφόμενος, καὶ τὸν κόσμον ἅπαντα τῷ Δεσπότῃ περιγράφων· ὁ ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκὼς τὸ Εὐαγγέλιον· ὁ ὀξυδρόμος δρομεύς· ὁ χάριτος θείας πεπληρωμένος· ὁ μαρτυρούμενος ὑπὸ τοῦ Κυρίου, βαστάζων τὸ ὄνομα αὐτοῦ ἐνώπιον τῆς οἰκουμένης ἁπάσης· ὁ τριώροφον οὐρανὸν διελθών, καὶ εἰς Παράδεισον εἰσελθών, καὶ τῆς Δεσποτικῆς καὶ ἀπερινοήτου καθέδρας ἀναβάς· καὶ ἀκούσας ἀπορρήτων μυστηρίων, ὧν οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.

Τί δὲ καὶ πρὸς τὸν Πέτρον ἐροῦμεν; τὸ γλυκὺ τῆς Ἐκκλησίας θέαμα ἡ λαμπηδὼν τῆς οἰκουμένης· ἡ ἀκεραία καὶ ἁγνὴ περιστερά ὁ θερμὸς Ἀπόστολος· ὁ ζέων τῷ Πνεύματι· ὁ Ἄγγελος καὶ ἄνθρωπος· ὁ χάριτος μεμεστωμένος· ἡ στερεὰ τῆς πίστεως πέτρα· τὸ γηραλέον τῆς Ἐκκλησίας φρόνημα· ὁ μακάριος καὶ υἱὸς περιστερᾶς διὰ τὴν ἁγνείαν, ἐκ τοῦ Δεσποτικοῦ ἀκούσας στόματος· ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, ἐξ αὐτοῦ τοῦ Κυρίου εἰληφώς· τῶν Ἀγγέλων τὰ τάγματα ὑμεῖς ἐσυλήσατε· καὶ τί ἔτι λέγω; αὐτὸς ὁ Κύριος ἐγκωμιάζει ὑμᾶς λέγων· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οἱ βασιλέων δυνατώτεροι· οἱ στρατιωτῶν ἰσχυρότεροι· οἱ πλουσίων εὐπορώτεροι· φιλοσόφων φιλοφοφώτεροι· οἱ ρητόρων εὐγλωττότεροι· οἱ μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες·