Λόγος Γ’, Ἐγκωμιαστικὸς εἰς τοὺς Κορυφαίους Ἀποστόλους ΠΕΤΡΟΝ καὶ ΠΑΥΛΟΝ, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΙΩΑΝΝΟΥ τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ.

Ποῖος τόπος τὸ σὸν ἐδέξατο αἷμα, τὸ φοινίξαν τὸν ἔξω χιτῶνα τοῦ ἀνασκολοπίσαντός σε βαρβάρου, ἀρρήτως δὲ λευκάναν τὴν τῆς ψυχῆς αὐτοῦ μελανείμονα στολήν, καὶ τοσοῦτον ὥστε τὸ φῶς περιβαλέσθαι τῆς πίστεως; καὶ τοῖς συμφυλέταις τούτου μεταδοῦναι ἀνεπιφθόνως ἐμοὶ τὸ ξίφος ἐκεῖνο γένοιτο ἀντὶ στεφάνου. Καὶ οἱ τοῦ Πέτρου ἧλοι, ἀντὶ λυχνιτῶν λίθων ἐμπεπαρμένων τῷ κύκλῳ τῶν διαδημάτων, καὶ περιαυγαζόντων τὴν ἐμὴν εἰδεχθεστάτην ἐξ ἁμαρτίας μορφήν.

Ἀλλὰ ποίοις ἐπαίνοις, κἂν εἰ δέκα στομάτων καὶ γλωσσῶν εὐμοιρήσαιμεν, τὰς ὑπερτίμους ὑμῶν καὶ νικηφόρους στέψωμεν κορυφάς; ποίοις δὲ λόγοις τὸ ὑπερφερὲς τῆς καρτερίας τῶν ἀγώνων ὑμῶν δοξάσωμεν; οὐκ ἔστιν ἡμῖν, Ἀπόστολοι τίμιοι, λόγος, οὐδὲ νοῦς ἱκανός, ὥστε χορηγῆσαί τι πρὸς εὐχαριστίαν ὑμετέραν· πτωχεύομεν γὰρ παντὸς δώρου προσαγομένου· ἀλλ’ ἐν ἐξουσίαις ὑπερεχούσαις, ὑμεῖς δανείσατε, οἱ ἀληθῶς πλούσιοι, τοῖς ἐνδεέσιν ἡμῖν· μᾶλλον δὲ χαρίσασθε οὐδὲ γὰρ σχοίημεν ἀποδοῦναι τὸ δάνειον καὶ εἰ λάβοιμεν ἐξ ὑμῶν τὰς μακαρίας φωνὰς ἀνακράξωμεν τό, Χαίρετε μακαρία ξυνωρίς· ἡ μία ψυχὴ ἐν δυσὶ σώμασι, Πέτρε καὶ Παῦλε, χαίρετε ἐν Κυρίῳ πάντοτε· ἀδιαλείπτως ὑπὲρ ἡμῶν ἐξαιτούμεθα προσεύχεσθαι· τὰς ὑποσχέσεις ὑμῶν πληρώσατε ὑμῶν τὰ συντάγματα ταῦτα· τοῦ μέν, τό, Δεῦτε σὺν ἐμοί, καὶ τῶν ἀγαθῶν μὴ ὑστερηθῶμεν. Τοῦ δὲ τό, σπουδάσω μετὰ τὴν ἐμὴν ἀνάλυσιν, τὴν ὑμετέραν μνήμην ποιεῖσθαι. Μὴ οὖν ἐπιλάθησθε τῶν συνθηκῶν· ἀλλὰ τῇ ἀνάρχῳ Τριάδι ἀμέσως παριστάμενοι ὑπὲρ ἡμῶν πάντων τὰ σωτήρια ἐξαιτεῖσθε, ἵνα τύχωμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ τίμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἡ τιμὴ καὶ ἡ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

                                                                                                                

ΕΠΙΣΤΡΟΦΗ