Ταῦτα ἔλεγεν αὐτοῖς ὁ Ἅγιος Στέφανος, ἐν ταῖς ἡμέραις ἐκείναις, τὸν ἐντειλάμενον τῷ Αβραὰμ εἰς χιλίας γενεάς τοῦ τεθηκότος τὸν ὅρκον αὐτοῦ τῷ Ἰσαάκ, καὶ στήσαντα τὸν Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον· τὸν δεδοκότα σοι τὴν γῆν Χαναάν. Τὸν πατάξαντα Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν δι’ ὑμᾶς, ὦ Ἰουδαῖοι ἄνομοι· τὸν καταδιελόντα τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις, καὶ διαγαγόντα ὑμᾶς ἐν μέσῳ αὐτῆς ὡς διὰ ξηρᾶς· τὸν ἐκτινάξαντα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν Ἐρυθράν· τὸν φωτίσαντα ὑμᾶς ἐν στύλῳ πυρὸς τὴν νύκτα καὶ ἐπισκιάσαντα ὑμᾶς νεφέλης στύλῳ τὴν ἡμέραν· τὸν δεδωκότα Μωσῆν καὶ Ἀαρὼν προπορεύεσθαι πρὸ προσώπου ὑμῶν· τὸν νομοθετήσαντα ὑμᾶς ἐν Χωρὴβ καὶ μανναδοτήσαντα ὑμᾶς ἐν τῇ ἐρήμῳ· καὶ ὕδωρ ἐκ πέτρας ποτίσαντα ὑμᾶς, τὸν ἀποκτείναντα βασιλεῖς κραταιοὺς δι’ ὑμᾶς· τὸν Σιὼν βασιλέα τῶν Ἀμμοραίων καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν· τὸν θύσαντα ἔθνη ἑπτὰ δι’ ὑμᾶς, ὦ Ἰουδαῖοι ἄνομοι· καὶ ἐξολοθρεύσαντα τοὺς βασιλεῖς αὐτῶν καὶ δόντα τὴν γῆν αὐτῶν ὑμῖν κληρονομίαν τὸν καταστρέψαντα πόλεις ὀχυράς, καὶ καταβαλόντα τείχη δι’ ὑμᾶς, ὦ Ἰουδαῖοι ἄνομοι, καὶ κατακληροδοτήσαντα ὑμᾶς ἐξ Αἰγύπτου, καὶ φυτεύσαντα ὑμᾶς ἄμπελον καρποφόρον πᾶσαν ἀληθινὴν καὶ ἐκτείνοντα τὰ κλήματα ὑμῶν ἕως θαλάσσης καὶ ἕως ποταμῶν τὰς παραφυάδας ὑμῶν ἡ ἄμπελος ἡ ἀληθινή· διατί ἐστράφης εἰς πικρίαν, καὶ οὐκ ἐποίησας σταφυλήν, ἀλλὰ κραυγὴν καὶ ἀνομίαν κράζουσα, ἆρον σταύρωσον αὐτόν, ὦ Ἰουδαῖοι ἄνομοι, τὸν τὰς νόσους ὑμῶν ἰασάμενον, καὶ τὸ ἔθνος ὑμῶν ποικίλοις ἰάμασιν εὐεργετήσαντα.
Ἐκεῖνος ὡς Δεσπότης τοὺς νοσοῦντας ὑμῶν ἰᾶτο καὶ τοὺς ξηροὺς ὑμῶν ἐθεράπευσε, καὶ ἡμεῖς ξύλον αὐτῷ ἡτοιμάσατε· ἐκεῖνος ὡς Δεσπότης Κύριος Ἰησοῦς Χριστὸς τοὺς νεκροὺς ὑμῶν ἤγειρε, καὶ ὑμεῖς θάνατον αὐτῷ κατεσκευάσατε, ὦ Ἰουδαῖοι ἄνομοι. Καὶ ἔλεγεν αὐτοῖς ὁ Ἅγιος Στέφανος· «Κύριε, ἀπόδος αὐτοῖς καλὰ ἀντὶ κακῶν»· ὦ ἀχάριστοι Ἰουδαῖοι, τὸν εὐεργέτην Θεὸν παρωξύνατε τοῖς ἐπιτηδεύμασιν ὑμῶν· ἐξέβαλεν ὑμᾶς ὁ Θεὸς ἐξ Αἰγύπτου, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ὑμεῖς παραγενόμενοι παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης ἐπιλαθόμενοι τῶν θαυμάτων, οὐκ ἐλέγετε διὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν Αἰγύπτῳ ἐξέβαλες ὑμᾶς ὧδε ἀποκτεῖναι;