Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν ΣΩΦΡΟΝΙΟΥ, τοῦ ἐν τῇ Σκήτῃ τῆς ἁγίας Ἄννης, τῇ οὔσῃ ἐν τῷ ἁγιωνύμῳ Ὄρει τοῦ Ἄθω, ἀσκητικῶς διαλάμψαντος.

ΕΙΚΟΝΑ

ΣΩΦΡΟΝΙΟΣ ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν, ὁ υἱὸς τοῦ φωτὸς καὶ τῆς ἄνω βασιλείας κληρονόμος, κατήγετο ἐκ τῆς Ἠπείρου, γεννηθεὶς ἀπὸ γονεῖς εὐσεβεῖς, κατὰ τὸν δέκατον ὄγδοον αἰῶνα. Ἐκ νεότητος διεκρίνετο ἐπὶ σεμνότητι βίου, καὶ εὐκοσμίᾳ ἠθῶν καὶ φόβῳ Θεοῦ, ἀποφεύγων ὅση δύναμις τὰ βλάπτοντα τὸ τῆς ψυχῆς εὐγενὲς καὶ ἐγκολπούμενος τὰ ἁγνὰ καὶ θεοφιλῆ.

Ἐλθὼν εἰς ἡλικίαν γάμου, συνέζευξαν αὐτὸν οἱ γονεῖς αὐτοῦ μετὰ σεμνῆς γυναικὸς καὶ μὴ βουλόμενον, ἀλλ’ οὗτος τὰ ἄνω φρονῶν καὶ ζητῶν, παραπλήσιος ὢν τοῦ Ἁγίου Ἀλεξίου τοῦ ἀνθρώπου τοῦ Θεοῦ, καθ’ ἥν ὥραν εἰσῆλθεν εἰς τὸν θάλαμον πρὸς κατάκλισιν μετὰ τῆς νύμφης, προσποιηθεὶς ἀνάγκην τινά, ἐξῆλθεν ὡς ἄλλη δαβιτικὴ διψῶσα ἔλαφος εἰς τὸν ἁγιώνυμον Ἄθω, ἀγαπτήσας τὴν μοναχικὴν καὶ ἰσάγγελον ζωήν.

Περιελθὼν τοὺς ἐν αὐτῷ πνευματικοὺς καὶ ἀνθηροὺς λειμῶνας ὡς ἄλλη μέλισσα, ἦλθεν ἐν τέλει εἰς τὴν μεγαλώνυμον Σκήτην τῆς Θεοπρομήτορος Ἁγίας Ἄννης, ἔνθα δοκιμασθεὶς παρά τινι πνευματικῷ καὶ διακριτικῷ Γέροντι ἐκάρη μοναχός, ἄρας τὸν ἐλαφρὸν τοῦ Κυρίου ζυγόν. Κατοικήσας ἐνταῦθα ἐν μικρᾷ καὶ πενιχρᾷ καλύβῃ, ἐπεδόθη ἐν ὅλῃ τῇ καρδίᾳ εἰς τοὺς ἀσκητικοὺς ἀγῶνας τῆς κατὰ Χριστὸν πολιτείας, τὴν ἀγρυπνίαν, τὴν νηστείαν, τὰ δάκρυα, τὴν περιεκτικὴν ὅλων ἐγκράτειαν, καὶ πρὸ πάντων εἰς τὴν νῆψιν τοῦ νοὸς καὶ τὴν ἀδιάλειπτον προσευχήν, ἐν τελείᾳ ἡσυχίᾳ διὰ πεντήκοντα ὅλων ἐτῶν· καὶ οὕτως ἐνέκρωσε τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις καὶ ἐκάθηρεν ἑαυτὸν πάσης προσύλου ἐννοίας καὶ σχέσεως, καὶ ἐλάμπρυνε τὸν νοῦν καὶ τὴν καρδίαν διὰ τῆς πρακτικῆς θεωρίας καὶ τοῦ ἐντεῦθεν ἀνυποστάτου τῆς χάριτος φωτισμοῦ, γενόμενος σκεῦος τῆς ἐνεργείας τοῦ Ἁγίου Πνεύματος.

Ψήφῳ δὲ θείᾳ χειροτονηθεὶς Ἱερεύς, ἱερούργει ἐν ταπεινώσει καρδίας τῷ Θεῷ ἐλλαμπόμενος ὑπὸ τῶν μυστικῶν ἐλλάμψεων καὶ θεοειδὴς ὁρώμενος. Εἰς τοσοῦτον ἀπαθείας ἔφθασεν ὕψος, ὥστε ἐφαίνετο ὡς ἄλλος σαρκοφόρος ἄγγελος, πρᾳότατος, ἁπλοῦς τὸ ἦθος, εὐθὺς τὸν τρόπον, ἀκέραιος τὸν νοῦν, πλήρης ἀγάπης καὶ συνέσεως, πληροφορῶν τὴν καρδίαν ἑνὸς ἑκάστου καὶ ἐκ μόνης τῆς ὄψεως. Ὁ βίος αὐτοῦ ὁ ἐνάρετος καὶ ἀγγελικός, καὶ ἡ πνευματικὴ τελειότης καὶ χάρις ἦτο ὑπόδειγμα πρὸς ἀρετὴν ὄχι μόνον εἰς τοὺς ἐν τῇ Σκήτῃ τῆς Ἁγίας Ἄννης οἰκοῦντας ἀδελφούς, ἀλλὰ καὶ εἰς πάντας τοὺς ἐν τῷ Ἁγίῳ Ὄρει ἀγωνιζομένους πατέρας.

Ἀγωνισάμενος τοιουτοτρόπως τὸν καλὸν τῆς ἀρετῆς ἀγῶνα, καὶ εὐαρεστήσας Κυρίῳ ὁ ἱερὸς καὶ θεοφόρος Σωφρόνιος, ἐκοιμήθη ὁσίως, καὶ ἀπέλαβε παρὰ Χριστοῦ τοῦ καμάτου αὐτοῦ τὸν μισθόν. Τὸ δὲ τίμιον αὐτοῦ καὶ σεπτὸν λείψανον κρυβέν, θείᾳ πάντως νεύσει, ἔμεινεν ἀγνοούμενον μέχρι σήμερον.

                                                                                                                                                    

ΕΠΙΣΤΡΟΦΗ