Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΤΙΜΟΘΕΟΥ, Ἀρχιεπισκόπου Προκοννήσου (Προικοννήσου) τοῦ θαυματουργοῦ.

ΤΙΜΟΘΕΟΣ ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν ἤκμασε περὶ τὰ μέσα τοῦ ἕκτου αἰῶνος, ἐπὶ βασιλείας τῶν αὐτοκρατόρων Ἰουστίνου τοῦ Θρᾳκός, καὶ τοῦ ἀνεψιοῦ αὐτοῦ Ἰουστινιανοῦ τοῦ Μεγάλου ἐν τῇ βασιλευούσῃ ποιούμενος τὰς διατριβάς. Ἀρετῇ δὲ πάσῃ κεκοσμημένος, προχειρίζεται Ἐπίσκοπος Προκοννήσου ἤ, συνηθέστερον εἰπεῖν, Προικοννήσου, ἥτις τὸ πάλαι καὶ Ἐλαφόνησος ἐκαλεῖτο, νῦν δὲ ὑπὸ πάντων γινωσκομένη καὶ λεγομένη Μαρμαρᾶς.

Ἀπελθὼν λοιπὸν ἐκεῖ ὁ θεῖος Πατήρ, καὶ τοὺς κατοίκους τῆς νήσου ταύτης εὑρὼν τὴν πειρατείαν μετερχομένους, καὶ πολλὴν ἀπανθρωπίαν δεικνύοντας εἰς τοὺς εἰς τὰ παράλια ἐκεῖνα ναυαγοῦντας, κατέβαλε, πᾶσαν σπουδήν, ἵνα τῆς τοιαύτης γνώμης ἀπαλλάξῃ αὐτούς, καὶ προτρέψῃ εἰς οἶκτον πρὸς τοὺς δυστυχοῦντας· τὸ ὁποῖον καὶ ἐπέτυχεν ἐντὸς ὀλίγου χρόνου διὰ τῆς χριστομιμήτου αὐτοῦ πρᾳότητος. Συκοφαντηθεὶς δὲ ὑπὸ κακοβούλων ἀνθρώπων, ὑπέφερεν ἀνεξικάκως τὴν συκοφαντίαν. Καλῶς δὲ ποιμάνας τὸ ἐμπιστευθὲν εἰς αὐτὸν ποίμνιον, καὶ ἀσκητικῶς διανύσας τὸν βίον, καὶ τὴν θυγατέρα τοῦ αὐτοκράτορος Ἰουστινιανοῦ δαιμονιῶσαν, ἐμφανισθεὶς μόνον εἰς αὐτὴν καὶ ἰασάμενος, ἀνεπαύσατο ἐν Κυρίῳ πλήρης ἡμερῶν, τῇ 1ῃ Αὐγούστου.

Ἡ δὲ φιλόθεος μήτηρ τῆς ἰαθείσης παιδός, ἡ βασιλὶς Θεοδώρα, πρὸς ἔνδειξιν εὐγνωμοσύνης εἰς τὸν Ἅγιον, ἀνήγειρεν ἐπὶ τῷ ὀνόματι αὐτοῦ Μονὴν Ἱερὰν ἐπί τινος εὐρυχώρου πεδιάδος, ὅπου ἡ πάσχουσα πρότερον ἀπελθοῦσα ἰάθη, καὶ ὅπου καὶ τὸ ἱερώτατον τοῦ Ἁγίου λείψανον εὑρέθη, μετὰ τὴν ἀποβίωσιν αὐτοῦ, εἰς μικρὰν δὲ ἀπ’ αὐτοῦ ἀπόστασιν ἀνευρέθη καὶ πηγὴ ἁγιάσματος.

Κεῖται δὲ ἡ πεδιὰς αὕτη νοτιοανατολικῶς τῆς νήσου ἄνωθεν τῆς πάλαι ποτὲ κωμοπόλεως Προικοννήσου, Κλαζάκιον τὰ νῦν ὑπὸ τῶν ἐγχωρίων καλουμένης, καὶ μηδὲν ἕτερον ἐχούσης, εἰμὴ εἴκοσι περίπου οἰκίας σμικράς. Καίτοι δὲ ἐρειπίων ὄντων καὶ τῆς Μονῆς καὶ τοῦ μεγίστου αὐτῆς Ναοῦ, συνέρχονται ὅμως ἐκεῖ κατ’ ἔτος ἐγχώριοι, ἐπιτελοῦντες τὴν τοῦ Ἁγίου ἑορτήν.

                                                                                                                                 

ΕΠΙΣΤΡΟΦΗ