ΠΑΝΤΑΣ οὖν ἐγκωμιάσαι τοὺς Ἁγίους Μάρτυρας οὐ δυνατὸν μιᾷ γλώττῃ, ἀλλὰ κἂν μυρία στόματα ἔχωμεν καὶ γλώττας τοσαύτας, λειπόμεθα τῶν ἐγκωμίων· καὶ ταὐτὸ πάσχω πρὸς τὰ κατορθώματα τῶν Ἑπτὰ Μαρτύρων ὁρῶν, οἷον ἂν εἰ φιλοχρήματος ἄνθρωπος, ἐπιστὰς πηγῇ ρεούσῃ χρυσὸν ἑπτὰ στόματα ἐχούσῃ, πᾶσαν μὲν αὐτὴν ἐξαντλῆσαι ἐπιχειρείη, μετὰ δὲ τὸν πολὺν καὶ ἄφατον πόνον τὸ πλέον ἀφεὶς ἀπολείπεται.
Τί οὗν; ἐπειδὴ τὰ κατ’ ἀξίαν εἰσενεγκεῖν οὐ δυνάμεθα, σιγήσομεν; Οὐδαμῶς. Μάρτυρες γάρ εἰσιν οἱ τὰ δῶρα δεχόμενοι, καὶ τὸν ἑαυτῶν Δεσπότην μιμοῦνται ἐν τῇ κρίσει τῆς τοιαύτης φιλοτιμίας. Πῶς δὲ ἐκεῖνος ποιεῖ; Ὅταν τις προσενέγκῃ δῶρα, οὐ τῷ μεγέθει τοῦ προσενεχθέντος, ἀλλὰ τῇ προθυμίᾳ τοῦ προσενέγκαντος προσέχων μετρεῖ τὴν ἀντίδοσιν. Οὕτως ἐποίησεν ἐπὶ τῆς χήρας ἐκείνης· δύο κατέβαλεν ὀβολοὺς ἡ γυνή, καὶ προετιμήθη τῶν πολλὰ καταβεβληκότων· οὐ γὰρ τὴν ὀλιγότητα τῶν χρημάτων, ἀλλὰ τὴν πολυτέλειαν τῆς γνώμης εἶδεν ὁ Θεός· δύο ὀβολοὶ τὰ χρήματα, ἀλλὰ μυρίων χρυσοῦ ταλάντων θαρροῦντες, καὶ ὅπερ χθὲς ἐποιήσαμεν, τοῦτο, εἰ δοκεῖ, γενέσθω καὶ νῦν· καὶ γὰρ χθὲς τὴν μητέρα ἀπολαβόντες μόνην, εἰς αὐτὴν τὸν λόγον ἀνηλώσαμεν· ἐποιοῦμεν δὲ τοῦτο οὐκ ἀποσχίσαι βουλόμενοι τοῦ χοροῦ τῶν παίδων αὐτήν, ἀλλ’ ἀσφαλέστερον ἡμῖν κατασκευάσαι τὸν πλοῦτον· τοῦτο δὴ καὶ νῦν ποιήσωμεν ἕνα τῶν παίδων ἀποσπάσαντες, εἰς αὐτὸν ὀλίγα εἴπωμεν· δέος γὰρ μή ποτε, καθάπερ ἑπτὰ ποταμοί, οἱ τῶν ἑπτὰ Μαρτύρων ἔπαινοι συνελθόντες ἀθρόον τὸν λόγον ἡμῖν ἐπικλύσωσιν.
Οὐκοῦν ἕνα τῶν νεανίσκων ἀπολάβωμεν, οὐδὲ τοῦτον ἀποσχίζοντες τοῦ χοροῦ τῶν ἀδελφῶν, ἀλλὰ κοῦφον ἡμῖν ποιοῦντες τὸ φορτίον· καὶ γὰρ ἑνὸς ἐπαινουμένου, κοινὸς καὶ τῶν ἄλλων ὁ στέφανος ἔσται, ἐπεὶ καὶ τῶν ἄθλων τῶν αὐτῶν ἐκοινώνησαν ἅπαντες. Πάντως δὲ ἐπεισελεύσεται ἡμῖν ἡ μήτηρ καὶ σήμερον, κἂν μὴ αὐτῆς ἁπτώμεθα· ἡ γὰρ ἀκολουθία αὐτὴν τῶν λόγων ἐπισπάσεται πάντως, καὶ οὐκ ἀνέξεται ἀφεῖναι τὰ παιδία· εἰ γὰρ ἐν τοῖς ἀγῶσιν οὐκ ἀπέστη τῶν ἐκγόνων, οὐδὲ ἐν τοῖς ἐγκωμίοις αὐτῶν ἀφέξεται.